θυσίαν προσήνεγκεν. οὕτω γὰρ λέγει ὁ κύριος, "Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη." ὁ δὲ ἀπόστολος Παῦλος βοᾷ, "πίστει προσήνεγκεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. πάλιν γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους βοᾷ, "καθὼς γέγραπται, πατέρα πολλῶν ἐθνῶν τεθεικά σε, κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ὃς παρ' ἐλπίδα ἐπ' 103 ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου, καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας. εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαιοσύνην ἡμῶν." τὸ δὲ πορευθῆναι τρεῖς ἡμέρας ἕως οὗ φθάσει τὸν τόπον ὃν ἔδειξεν αὐτῷ ὁ θεός, ἵνα ἀνενέγκῃ τὸν υἱὸν αὐτοῦ εἰς θυσίαν ἐφ' ἓν τῶν ὀρέων, καθὼς γέγραπται, καὶ τὸ ἀντὶ τοῦ γνησίου καὶ φυσικοῦ υἱοῦ δεῖξαι αὐτῷ κριόν, ἵνα προσενέγκῃ, πάντα σύμβολα ἦσαν καὶ τύποι τοῦ κατὰ Χριστὸν μυστηρίου τοῦ πάθους καὶ τῆς ἀναστάσεως· πᾶσα γὰρ ἡ γραφὴ πρὸς τοῦτον τὸν σκοπὸν ὁρᾷ. λϛʹ. Τούτῳ τῷ τριακοστῷ ἕκτῳ ἔτει τοῦ Ἰσαὰκ Σάῤῥα ἡ γυνὴ Ἀβραὰμ ἀπέθανεν ζήσασα ἔτη ρκζʹ. 104 λζʹ, ληʹ, λθʹ, μʹ. Τούτῳ τῷ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰσαὰκ ἔλαβε γυναῖκα τὴν Ῥεβέκκαν, ὄντος Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ ἐτῶν ρμʹ. μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. οʹ ἔτος τῆς ἐπαγγελίας. μϛ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. πʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. Τούτῳ τῷ ἔτει γίνονται τῷ Ἰσαὰκ δύο παῖδες δίδυμοι ἐκ τῆς Ῥεβέκκας, πρῶτος Ἠσαῦ ὁ καὶ Ἐδώμ, ἀφ' οὗ τὸ Ἰδουμαίων ἔθνος, δεύτερος Ἰακὼβ ὁ μετονομασθεὶς Ἰσραήλ, ἀφ' οὗ Ἰσραηλῖται οἱ καὶ Ἰουδαῖοι. Ἰσαὰκ προεφήτευσε περὶ Ἰακώβ, λέγων, ∆ουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες. καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Οὗτος Ἰσαὰκ ὁ συγκληρονόμος τῶν ἐπαγγελιῶν καὶ τῶν εὐλογιῶν τοῦ θεοῦ τῶν γενομένων πρὸς Ἀβραὰμ τὸν αὐτοῦ πατέρα, ὃς τύπος ἐγένετο τῆς σφαγῆς τοῦ δεσπότου Χριστοῦ, τριημέρως βαδίσας ἐπὶ τὸ θανεῖν καὶ μετὰ ταῦτα ζῶν ὑποστρέψας, ὁ ἐν τοῖς ἰδίοις ὤμοις τὰ ξύλα τῆς ἑαυτοῦ θυσίας βαστάξας, ὥσπερ καὶ ὁ δεσπότης Χριστὸς τὸν ἑαυτοῦ σταυρὸν ἐπὶ τοὺς ὤμους ἐβάσταξεν, ὅτι προαιρέσει θανὼν καὶ ὑπὸ τοῦ θεοῦ ζωωθείς, 105 οὗπερ ἀντάλλαγμα πρόβατον ἐσφάγη. καὶ ἤκουσεν ὁ πατὴρ παρὰ θεοῦ ὅτι οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ λέλεκται, ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. καὶ ἡ σὰρξ μόνη ἐστὶν ἡ δοθεῖσα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἐπειδὴ ἀδύνατον τὴν θεότητα θανεῖν. τῆς σαρκὸς διδομένης τὸν ἴδιον υἱὸν δεδόσθαι λέγει ἡ γραφή, ἀντάλλαγμα καὶ ἀντίδειξιν οὖσαν τοῦ υἱοῦ κατὰ τὸν τύπον τοῦ μακαρίου Ἰσαάκ. οὕτω γὰρ εἶπεν ὁ κύριος ὅτι Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. οὗτός ἐστιν Ἰσαὰκ ὁ ἀκουσίως παραδοὺς τὴν ἐπηγγελμένην αὐτῷ καὶ τῷ πατρὶ αὐτοῦ εὐλογίαν ὑπὸ τοῦ θεοῦ τῷ Ἰακώβ, φάσκων, ∆ουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνησάτωσάν σοι ἄρχοντες. καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου· καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε εὐλογημένος. ταῦτα δὲ πάντα ἐπὶ τοῦ