λοιπὸν βʹ. Ἔγνωμεν οὖν ὡς ἐν δευτέρᾳ τῆς ἑβδομάδος ἡμέρᾳ κατὰ τὸ 380 παρὸν ἔτος ὁ πρόδρομος ἐτέχθη, καθ' ἣν ἡμέραν ἐδημιούργησεν ὁ θεὸς τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων. Ἐν ταύταις δὲ ταῖς ἡμέραις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρινίου, καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος ἐν πόλει ∆αβίδ, καὶ καθὼς γέγραπται, Αὐτὸς ὁ λαλῶν ἰδοὺ πάρειμι. Εἶτα γνῶναι βουλόμενοι καὶ τὴν ἡμέραν καθ' ἣν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, τίθεμεν τὴν κατὰ τὸ παρὸν ἔτος 381 μίαν ἐπακτὴν τοῦ ἡλίου, καὶ ταύτῃ προστιθέντες ἀπὸ ἀρχῆς τοῦ πρώτου μηνὸς ἡμέρας ἀπριλίου λʹ, μαΐου λαʹ, ἰουνίου λʹ, ἰουλίου λαʹ, αὐγούστου λαʹ, σεπτεμβρίου λʹ, ὀκτωβρίου λαʹ, νοεμβρίου λʹ, δεκεμβρίου κεʹ, γίνονται σοʹ, ταύτας ἑβδόμου, ζʹ λʹ γίνονται σιʹ, ζʹ ηʹ νϛʹ, λοιπὰ δʹ. Ἔγνωμεν οὖν ὡς καθ' ἣν ἡμέραν ἐδημιούργησεν τοὺς φωστῆρας, κατ' αὐτὴν ἐτέχθη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὡς ὑπάρχων ἥλιος δικαιοσύνης. Ἡρώδης δὲ πρὸς ταῖς ἑτέραις αὐτοῦ μιαιφονίαις Σαλώμης τῆς ἰδίας ἀδελφῆς ἀναιρεῖ τὸν ἄνδρα. γήμαντος δὲ αὐτὴν ἑτέρου, καὶ τοῦτον ἐπιπροστίθησιν. καὶ ἔτι πρὸς τούτοις τοὺς ὑφηγητὰς τῶν ἱερῶν νόμων καὶ τοὺς τῶν πατρίων ζηλωτὰς κτίννυσιν. Ἰνδ. αʹ. μαʹ. ὑπ. Πουπλίου Καίσαρος καὶ Παύλου. Τῇ πρώτῃ τοῦ ἰανουαρίου μηνὸς ἡμέρᾳ δʹ, ὅτε ἐπλήσθησαν ἡμέραι ηʹ, ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. εἶτα μετὰ ταῦτα ὡς ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτοῦ, κατὰ τὸν νόμον τὸν δοθέντα παρ' αὐτοῦ διὰ Μωϋσέως ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται. καὶ ἐν τῷ 382 εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν ἐν τῷ ἱερῷ ἐδέξατο αὐτὸ Συμέων ἐν ταῖς ἀγκάλαις αὐτοῦ, καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξα λαοῦ σου Ἰσραήλ. καὶ μετὰ βραχέα, Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ταῦτα δὲ ἡμῖν παραδέδοται ἐκ τῶν ἀπ' ἀρχῆς αὐτοπτῶν καὶ ὑπηρετῶν γενομένων τοῦ λόγου, παρ' ὧν καὶ ὁ ἅγιος Λουκᾶς λαβὼν συνεγράψατο. οἱ δὲ αὐτόπται καὶ ὑπηρέται εἰσὶν ἡ ἁγία ἔνδοξος καὶ κατὰ ἀλήθειαν δέσποινα ἡμῶν θεοτόκος, ἡ καὶ συντηρήσασα πάντα ἐν τῇ καρδίᾳ αὐτῆς, καθὼς γέγραπται, καὶ ὁ δίκαιος Ἰωσὴφ ὁ μνηστὴρ καὶ οἱ υἱοὶ αὐτοῦ Ἰάκωβος ὁ πρῶτος τῶν ἐν Ἱεροσολύμοις κατακοσμήσας θρόνον καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας. οὗτοί εἰσιν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται ἕως τοῦ τριακοστοῦ ἔτους τῆς κατὰ σάρκα ἐπιφανείας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐκ τοῦ