De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ὡς ἂν διὰ τὴν οἰκείαν φιλανθρωπίαν ἐνισχύσει ἡμᾶς, ἅπαντα τὰ ὑμῖν τε καὶ τῷ δημοσίῳ ἐποφελῆ ὄντα τελέσαι." παρὰ πάντων ἐκράγη· "υἱὲ Θεοῦ, σὺ αὐτὸν ἐλέησον· σὺ αὐτὸν ἐπελέξω· σὺ αὐτὸν ἐλέησον· Ἰουστῖνε αὔγουστε, σὺ νικᾷς" καὶ πολλὰ τοιαῦτα. ὁ αὐτοκράτωρ Καῖσαρ αὔγουστος· "ἡμετέρα καὶ γὰρ φροντίς ἐστιν ἐν πάσῃ εὐοδώσει ὑμᾶς θείᾳ προνοίᾳ καθιστᾷν, καὶ μετὰ πάσης εὐφροσύνης καὶ περιθάλψεως καὶ ἀμεριμνίας ἕνα ἕκαστον ὑμῶν διαφυλάττειν." παρὰ πάντων ἐβοήθη· "ἄξιε τῆς βασιλείας, ἄξιε τῆς τριάδος, ἄξιε τῆς πόλεως· πολλὰ τὰ ἔτη τοῦ βασιλέως. ἁγνοὺς ἄρχοντας τῇ οἰκουμένῃ" καὶ πολλὰ τοιαῦτα. ὁ αὐτοκράτωρ· "ὑπὲρ τῆς ἑορτῆς τῆς ἡμετέρας εὐτυχοῦς βασιλείας ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου ὑμῖν καταχάσμα δωρήσομαι." παρὰ πάντων ἐκράγη· "Χριστιανὸν βασιλέα ὁ Θεὸς φυλάξει· αὗται κοιναὶ εὐχαὶ τῆς οἰκουμένης" καὶ πολλὰ τοιαῦτα. ὁ αὐτοκράτωρ· "ὁ Θεὸς μεθ' ὑμῶν." καὶ τὰ λοιπὰ ἀκολούθως γέγονεν κατὰ τὸ σχῆμα Ἀναστασίου τοῦ τῆς θείας λήξεως.
431 ΚΕΦ. ϟδʹ. Ἀναγόρευσις Λέοντος τοῦ μικροῦ. Ἀναγκαῖον ἐνομίσαμεν
εἰπεῖν, ὅπως καὶ βασιλεὺς ὑπὸ βασιλέως γίνεται. ἐπὶ τοῦ τῆς θείας τοίνυν λήξεως Λέοντος Λέων ὁ μικρὸς καῖσαρ ὢν ἐγένετο βασιλεύς. συνέβη γὰρ νοσῆσαι Λέοντα τὸν τῆς θείας λήξεως, τὸν αὐτοῦ θεῖον, τὴν ἐπιθάνατον νόσον, καὶ παρεκλήθη ὥστε ποιῆσαι τὸν καίσαρα βασιλέα. τῇ οὖν πρὸ δεκαπέντε Καλανδῶν ∆εκεμβρίων ἐν ὑπατίᾳ Λέοντος τοῦ μικροῦ, μαγίστρου ὄντος Εὐσεβίου, συνῆλθον ἐν τῷ ἱππικῷ ὁ δῆμος καὶ οἱ πρεσβευταί· (πολλοὶ γὰρ ἔτυχον ὄντες ἐνταῦθα, καὶ ἐκ διαφόρων ἐθνῶν·) καὶ οἱ στρατιῶται πάντες μετὰ τῶν σίγνων ἐν τῷ στάματι, καὶ ἔκραζον, ὁ μὲν δῆμος Ἑλληνιστὶ, προτρέποντες τὸν βασιλέα ἀνελθεῖν, οἱ δὲ στρατιῶται Ῥωμαϊστί· καὶ ἀνῆλθεν ὁ βασιλεὺς, δηριγευόμενος ὑπὸ τῆς συγκλήτου. ὁ δὲ καῖσαρ ἔσω ἦν ἐν τῷ τρικλίνῳ, ἔνθα τοὺς συγκλητικοὺς δέχεται, καὶ ὁ ἀρχιεπίσκοπος τῆς πόλεως Ἀκάκιος σὺν αὐτῷ, καὶ ἔστη ὁ βασιλεὺς ἐμπρὸς τῆς σέλλης, καὶ οὕτως ἤρξατο προσφωνεῖν τοῖς στρατιώταις καὶ τῷ δήμῳ, καὶ ἔκραζον πάντες· "παρακαλοῦμεν, ἵνα καθεσθῇς·" καὶ ἠσπάσατο τὸν δῆμον, καὶ ἐκάθισεν, καὶ ἔκραξεν ὁ δῆμος τὸ "αὔγουστε·" καὶ πάλιν πολλαὶ φωναὶ ἐγίνοντο πα 432 ρακαλούντων αὐτῷ στέψαι τὸν βασιλέα, καὶ διαλαλιαὶ πολλαὶ περὶ τούτου, ὑποσχομένου αὐτοῦ τοῦτο ποιεῖν. εἶτα ἔκραζον ὥστε τὸν μάγιστρον πέμψαι καὶ πατρικίους καὶ ἀγαγεῖν τὸν καίσαρα. καὶ ἐπέτρεψεν τῷ μαγίστρῳ καί τισιν πατρικίοις ἀπελθεῖν καὶ ἀγαγεῖν αὐτόν. καὶ ἐξελθόντες ἤγαγον τὸν καίσαρα, καὶ ἔστησαν εἰς τὰ ἀριστερὰ τοῦ βασιλέως, καὶ τὸν ἐπίσκοπον σὺν αὐτῷ, καὶ ἔστη εἰς τὸ δεξιὸν μέρος τοῦ βασιλέως ὁ ἐπίσκοπος, καὶ εὐχὴν ἐποίησεν, καὶ ὑπήχησαν πάντες τὸ "ἀμήν." καὶ ὁ πραιπόσιτος ἐπέδωκεν τῷ βασιλεῖ στέφανον, καὶ ἐπιτέθηκεν εἰς τὴν κεφαλὴν τοῦ καίσαρος "εὐτυχῶς, εὐτυχῶς, εὐτυχῶς," καὶ ἀνεχώρησεν ὁ ἐπίσκοπος, καὶ ἐκάθισεν ὁ βασιλεὺς Λέων. καὶ ὁ μικρὸς Λέων ἠσπάσατο τὸν δῆμον, καὶ ἔκραξαν πάντες "αὔγουστε." καὶ τότε ἦλθεν ὁ ἔπαρχος τῆς πόλεως ἐξ ἀριστερῶν καὶ ἡ σύγκλητος, καὶ προσήγαγον αὐτῷ μοδίολον (ἤτοι στέφανον) χρυσοῦν κατὰ τὸ ἔθος, καὶ διελάλησεν ὁ βασιλεὺς ἀποδεχόμενος τοὺς στρατιώτας, καὶ ὑπέσχετο ἑκάστῳ διδόναι κατὰ τὸ ἔθος πρὸς πέντε νομίσματα καὶ λίτραν ἀργύρου ὑπὲρ αὐγουστιακῶν. ΚΕΦ. ϟεʹ. Ἀναγόρευσις τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Ἰουστινιανοῦ. Ὁ τῆς θείας λήξεως Ἰουστῖνος τὸν εὐσεβέστατον ἡμῶν 433 δεσπότην Ἰουστινιανὸν ἐποίησεν ἐν τῷ μεγάλῳ τρικλίνῳ. καὶ αὐτὸς γὰρ ἐν νόσῳ μεγάλῃ κατέκειτο, καὶ παρεκαλεῖτο ἀπὸ τῆς συγκλήτου εἰς τὸ ποιῆσαι αὐτὸν βασιλέα. τῇ οὖν τετάρτῃ τοῦ Ἀπριλίου μηνὸς ἰνδ. εʹ, μαγίστρου ὄντος Τατιανοῦ, ἐκέλευσεν σιλέντιον καὶ κομέντον καὶ τὰς σχολὰς καὶ τὰ στρατεύματα πάντα παραγενέσθαι ἐν τῷ δέλφακι. καὶ παρεγένετο ὁ ἐπίσκοπος, καὶ εὐχὴν ἐποίησεν, καὶ ἔστεψεν αὐτὸν, καὶ πάντα κατὰ τὸ ὅμοιον σχῆμα ἐγένετο, οὐ μέντοι ἐν τῷ ἱππικῷ ἄνω, ἀλλὰ ἐν τῷ δέλφακι. ΚΕΦ .ς ʹ. Ἀναγόρευσις Νικηφόρου βασιλέως τοῦ γεγονότος δομεστίκου τῶν
σχολῶν τῆς Ἀνατολῆς, τοῦ φιλοχρίστου καὶ ἀνδριωτάτου.