καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντελής ἐστιν ὁ τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι τὰ πάντα αἴτιος καὶ ἐπὶ πάντα πρόεισι καὶ ἐν τῷ παντὶ γίγνεται καὶ περιέχει τὰ πάντα καὶ αὖθις ὁ αὐτὸς ἐν τῷ αὐτῷ καθ' ὑπεροχὴν οὐδὲν ἐν οὐδενὶ κατ' οὐδέν ἐστιν· ἀλλ' ἐξῄρηται τῶν ὅλων αὐτὸς ἐν ἑαυτῷ ταὐτῶς καὶ ἀϊδίως ὢν καὶ ἑστηκὼς καὶ μένων καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων καὶ οὐδαμῶς ἔξω ἑαυτοῦ γιγνόμενος, οὐδὲ τῆς οἰκείας ἕδρας καὶ ἀκινήτου μονῆς καὶ ἑστίας ἀπολειπόμενος· ἀλλὰ καὶ ἐν αὐτῇ τὰς ὅλας καὶ παντελεῖς προνοίας ἀγαθουργῶν καὶ προϊὼν ἐπὶ πάντα καὶ μένων ἐφ' ἑαυτοῦ καὶ ἑστὼς ἀεὶ καὶ κινούμενος καὶ οὔτε ἑστὼς οὔτε κινούμενος, ἀλλ', ὡς ἄν τις φαίη, τὰς προνοητικὰς ἐνεργείας ἐν τῇ μονιμότητι καὶ τὴν μονὴν ἐν τῷ προνοεῖν συμφυῶς ἅμα καὶ ὑπερφυῶς ἔχων. Ἀλλὰ τίς ἡ στερεὰ τροφὴ καὶ τίς ἡ ὑγρά; Ταύτας γὰρ ἡ ἀγαθὴ σοφία δωρεῖσθαι ἅμα καὶ προνοεῖν ὑμνεῖται. Τὴν μὲν οὖν στερεὰν τροφὴν σύνθημα φέρειν οἴομαι τῆς νοερᾶς καὶ μονίμου τελειότητος καὶ ταὐτότη τος, καθ' ἣν τὰ θεῖα καθ' ἑστῶσαν καὶ δυνατὴν καὶ ἑνιαίαν καὶ ἀδιαίρετον γνῶσιν μετέχεται πρὸς τῶν νοερῶν αἰσθητηρίων ἐκείνων, οἷς ὁ θειότατος Παῦλος ἐκ τῆς σοφίας εἰληφὼς τῆς ὄντως στερεᾶς τροφῆς μεταδίδωσι· τὴν δὲ ὑγρὰν τῆς διαχυτικῆς ἅμα καὶ ἐπὶ πάντα προϊέναι σπευδούσης ἐπιῤῥοῆς καὶ ἔτι διὰ ποικίλων καὶ πολλῶν καὶ μεριστῶν ἐπὶ τὴν ἁπλῆν καὶ ἀτρεμῆ θεογνωσίαν τοὺς τρεφομένους οἰκείως αὐτοῖς ἀγαθότητι χειρ αγωγούσης. ∆ιὸ καὶ δρόσῳ καὶ ὕδατι τὰ θεῖα καὶ νοητὰ λόγια καὶ γάλακτι καὶ οἴνῳ καὶ μέλιτι παρεικάζεται, διὰ τὴν ζωογόνον αὐτῶν ὡς ἐν ὕδατι δύναμιν καὶ αὐξητικὴν ὡς ἐν γάλακτι καὶ ἀναζωτικὴν ὡς ἐν οἴνῳ καὶ καθαρτικὴν ἅμα καὶ φρουρητικὴν ὡς ἐν μέλιτι· ταῦτα γὰρ ἡ θεία σοφία δωρεῖται τοῖς προσιοῦσιν ἀφθόνων αὐτοῖς καὶ ἀνεκλείπτων εὐωχιῶν ἐπίῤῥοιαν χορηγοῦσα καὶ ὑπερβλύζουσα. Τοῦτο δὴ τὸ ἀληθῶς εὐωχεῖν, καὶ διὰ ταῦτα ζωοποιὸς ἅμα καὶ κουροτρόφος καὶ ἀνανεωτικὴ καὶ τελεσιουργὸς ὑμνουμένη. Κατὰ ταύτην δὲ τὴν ἱερὰν τῆς εὐωχίας ἀνάπτυξιν καὶ αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος θεὸς μεθύειν λέγεται διὰ τὴν ὑπερπλήρη καὶ ὑπὲρ νόησιν τῆς εὐωχίας ἤ, κυριώτερον εἰπεῖν, εὐεξίας τοῦ θεοῦ παντελῆ καὶ ἄφατον ἀμετρίαν. Ὡς γὰρ ἐφ' ἡμῶν κατὰ τὸ χεῖρον ἡ μέθη καὶ ἀσύμμετρος ἀποπλήρωσίς ἐστι καὶ νοῦ καὶ φρενῶν ἔκστασις, οὕτω κατὰ τὸ κρεῖττον ἐπὶ θεοῦ τὴν μέθην οὐκ ἄλλο τι χρὴ διανοεῖσθαι παρὰ τὴν ὑπερπλήρη κατ' αἰτίαν προοῦσαν ἐν αὐτῷ πάντων τῶν ἀγαθῶν ἀμετρίαν. Ἀλλὰ καὶ τὴν ἐπακολουθοῦσαν τῇ μέθῃ τοῦ φρονεῖν ἔκστασιν τὴν ὑπεροχὴν τοῦ θεοῦ τὴν ὑπὲρ νόησιν οἰητέον, καθ' ἣν ἐξῄρηται τοῦ νοεῖν ὑπὲρ τὸ νοεῖν ὢν καὶ ὑπὲρ τὸ νοεῖσθαι καὶ ὑπὲρ αὐτὸ τὸ εἶναι καὶ ἁπλῶς ἁπάντων, ὅσα ἐστὶν ἀγαθά, μεμεθυσμένος ἅμα καὶ ἐξεστηκώς ἐστιν ὁ θεὸς ὡς πάντων αὐτῶν ἅμα καὶ ὑπερπλήρης ὤν, ἀμετρίας πάσης ὑπερβολή, καὶ αὖθις ἔξω καὶ ἐπέκεινα τῶν ὅλων ἀνῳκισμένος. Ἀπὸ δὴ τούτων ὁρμώμενοι καὶ τὰ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τῶν ὁσίων συμπόσια κατὰ τὸν αὐτὸν ἐκληψόμεθα τρόπον. Παρελθὼν γάρ, φησίν, αὐτὸς ὁ βασιλεὺς κατακλινεῖ αὐτοὺς καὶ αὐτὸς «διακονήσει αὐτοῖς». Ἐμφαίνει δὲ ταῦτα κοινήν τινα καὶ ὁμονοητικὴν τῶν ἁγίων ἐπὶ τοῖς θείοις ἀγαθοῖς κοινωνίαν καὶ ἐκκλησίαν «πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς» καὶ πνεύματα δικαίων πᾶσιν ἀγαθοῖς τετελειωμένα καὶ πάντων