1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

13

οἰκείων τὴν ἀλλοτρίαν προκρίνουσαν. ἡ δὲ εἰδυῖα ἐφ' ὅτῳ προετίμα ἐκείνην οὐ μάλα τοὺς ὀνειδισμοὺς ἐδυσχέραινεν, ἀλλ' ἡμέρως καὶ προσηνῶς μειδιῶσα ἐφ' οἷς ἐκεῖναι πληκτικώτατα αὐτῇ προσῄεσαν, αὔραις τοὺς λόγους ἐδίδου. χρόνον μὲν οὖν τινα ἡ γυνὴ «ταῖς συνθήκαις ἐμμένουσα» μετήλλαξε τὴν φαύλην ζωὴν καὶ σωφροσύνης ἐκεκόσμητο κάλλεσι. κἀγὼ γοῦν αὐτὴν ἐθεασάμην αὐτομάτως σώφρονα καὶ καλήν, τό τε γὰρ ὄμμα κατήνεγκε καὶ ξύμπαν τὸ πρόσωπον αἰδοῖ κατεκάλυψε, θείοις τε προσῄει ναοῖς καὶ τὴν κεφαλὴν εἶχεν ὑπὸ καλύπτρᾳ καί, εἴ τινα ἴδοι ἐξαπιναίως, εὐθὺς ἠρυθραίνετο· «ἀτημελήτως τε εἶχε» τοῦ σώματος, οὔτε τὰς χείρας δακτυλίοις καταποικίλλουσα οὔτε τοὺς πόδας περιέργοις καὶ ἀνθοβαφέσι σκύτεσιν ὑποδέουσα· οὕτως ὅλη μεταπεποίητο καὶ ἀκριβῶς εἰς τὴν ἐναντίαν ἕξιν μετακεκίνητο. Ἀλλ' ὥριστο καιρῷ ἡ μεταβολὴ καί, πρὶν ἢ πῆξιν τὸ ἔθος λαβεῖν, εἰς τὸ ἀρχαῖον εἶδος τῆς ζωῆς ὑπωλίσθησεν. ὢ τῆς πλάνης, ὢ τῆς ἀθρόας αὖθις μεταποιήσεως. ἐλάνθανε δὲ τοῦτο ἄρα τὴν ἀδελφήν, καὶ ἡ μὲν ἑταιρήσεως εἶχεν αἰτίαν, ἡ δὲ ὡς καθάπαξ μεταβεβλημένη διαφερόντως ἔστεργέ τε καὶ ἐθεράπευεν. ἔμελλε δὲ ἄρα κἀκείνην γνῶσιν τοῦ κεκρυμμένου λαβεῖν· κἀνταῦθά μοι τὸ τῆς διηγήσεως ἥδιστόν τε καὶ σκυθρωπότατον. διαιτήσει δὲ ὁ λόγος ἀμφοῖν. Κύουσα τηνικαῦτα ἡ ἀδελφὴ πρὸς ταῖς ὠδῖσιν αὐταῖς ἐγεγόνει· ἐδυστόκει δὲ ἄρα «καὶ πονήρως εἶχε» τῆς ἀποτέξεως. αἱ δὲ περὶ τὰς ὠδῖνας περιεῖπόν τε καὶ ἀμφεπόλευον, ἐγείρουσαι ταύτας καὶ ἀνιεῖσαι καὶ τοῖς ὀλίσθοις τὸ βρέφος διευτρεπίζουσαι. ἐκοινώνει δὲ τῆς μαιείας αὐταῖς καὶ ἡ τὸ πλάσμα τῆς σωφροσύνης περικειμένη καὶ ἡ ἀδελφὴ ἐκείνῃ μᾶλλον ἢ ταῖς μαίαις προσανεπαύετο. περὶ ὅ τις ἐκείνων ζηλοτυπήσασα· «ἀλλ' ἐκ ταύτης σοι-φησί-τὸ δυστοκεῖν· ἐγκύοις γὰρ οὐκ ἀνεῖται διδόναι τὰς χεῖρας ταῖς ἐν ὠδίσι. τοῦτο γὰρ ἴσως ἡ γυναικωνίτις νομοθετεῖ». ἡ δὲ ἀδελφή· «καὶ τίς ἄρα-φησίν- ἐνταῦθ' ὑμῶν κύει;»· ἡ δὲ αὐτίκα ἐκείνην ἐδείκνυ καὶ τὸν χιτῶνα διαλαβοῦσα προὔφαινε τὴν γαστέρα. ἐνταῦθα μικροῦ δεῖν ἐξεπεπνεύκει ἡ ἀδελφὴ καί, τῶν ὠδίνων ἐπιλαθομένη, ὀδύναις ἀρρήτοις ἐπὶ τῷ λόγῳ διῄρητο τὴν ψυχήν· ἀλλ' οὐδ' οὕτως τοῦ γενναίου ἀπολέλειπτο λήμματος, ἀλλὰ τὴν μὲν εὐθὺς φυγεῖν ἐπ' ἔσχατα παρεκελεύσατο γῆς, τῇ δὲ αὐτίκα ὁ τόκος ὡραίως τε εἶχε καὶ «τὸ βρέφος ἐξέθορε». ταύτην παραδόξως ἡ φύσις ἐβλάστησε μετὰ τοῦ πρώτου «κάλλους τῆς ὥρας» καὶ παραδοξότερον ἐξεῖλεν ὁ θάνατος, κἀν τῷ εἰδώλῳ τὴν ἀμήχανον εὐμορφίαν ἀφεὶς καὶ μὴ συλήσας ἐκεῖθεν, οἶμαι, μὴ δυνηθείς. 15. Ἐγὼ μὲν οὖν τηνικαῦτα συμβὰν οὕτω ἐν τοῖς πρὸ τῆς πόλεως διῃτώμην ἀγροῖς, ἀνδρί τινι τῶν πάνυ γενναίων περὶ τοὺς λόγους βραχύ τι συναποδημήσας, πεπιστευμένῳ δικάζειν οὐ σμικρὸν μέρος τοῦ ἑσπερίου τμήματος. ἐγὼ μὲν οὖν τότε πρῶτον ἐξῆλθον τῆς πόλεως καὶ τὸ περιφράττον τεθέαμαι τεῖχος, εἰπεῖν δὲ καὶ ξύμπαν τὸ ὕπαιθρον, ἐκκαιδεκέτης ὢν καὶ μείζονα ἔχων τοῦ χρόνου τὴν ἡλικίαν, ἄρτι τοῦ ποιημάτων ἀκούειν ἀπαλλαγεὶς καὶ παρακύψας εἰς τὴν τῶν λόγων τέχνην σὺν χάριτι. τῇ δέ μοι ἀδελφῇ, ὡς ὕστερον ἔφασαν οἱ γεννήτορες, νόσος ἐνσκήπτει περὶ τοῖς σπλάγχνοις δεινὴ καὶ τὸ μὲν ἦπαρ ὕπουλον εὐθὺς ἦν, εἶτα δὴ καὶ οἰδοῦν, πυρί τε μυχίῳ τὸ ξύμπαν κατεπίμπρατο σῶμα καὶ ἡ φύσις ὑπεδίδου, τῷ δυναστεύοντι εἴκουσα καὶ οὔπω δαπανηθεῖσα τῷ τήκοντι ἐπ' ἀνθηρῷ ἔτι καὶ εὐσάρκῳ ἐτεθνήκει τῷ σώματι. ὁπόσα μὲν οὖν εὐθὺς συμβεβήκει παρὰ τῶν γεννησαμένων ἐπὶ τῷ πάθει ὕστερον ὁ λόγος δηλώσει, νῦν δὲ ἐχέσθω τῶν ἐφεξῆς. Ἐπεὶ οὖν μοι ἡ ἀδελφὴ «πρὸ ὥρας» ἀπόλωλε καὶ οὐκ ἦν ἀναλυθῆναι τοῖς γονεῦσι τὸ γεγονός, οὐχ ἧττον ἐπ' ἐμοὶ ἐδεδοίκεσαν μὴ τῷ τῆς ἀκοῆς ἀπροσδοκήτῳ καταπλαγεὶς πάθος αὐτοῖς πάθει συνάψω, μεγίστῳ οὐκ ἔλαττον· ᾔδεισαν γὰρ ἡμῖν ἀλλήλοις τὸ σύμπνουν καὶ ὡς τῷ μέρει ἀπολωλότι τὸ πᾶν σχεδὸν