θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλη μένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόν των τοῦ κόσμου τούτου; Χείλη πιστὰ τοὺς ἀγαθοὺς λογισμούς φησιν· ἄφρονι δὲ δεκτοὶ ἔσονται πονηροὶ λογισμοί· τίς γὰρ μετοχὴ δικαιοσύνῃ πρὸς ἀδικίαν; εἰ μή που μετανοήσας δέ ξηται φρόνησίν τε καὶ πίστιν. ∆ιὰ μὲν τῆς δικαιοσύνης, τὴν ἀδικίαν κρύπτομεν· διὰ δὲ τῆς σωφροσύνης, τὴν ἀκολασίαν· καὶ πάλιν διὰ τῆς ἀγάπης, τὸ μῖσος· καὶ διὰ τῆς ἀφιλαργυρίας, τὴν 17.200 πλεονεξίαν· κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύ νης τὴν ὑπερηφανίαν, καὶ διὰ τὴν πραΰτητα, τὴν θρασύτητα· ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει· καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖται τινὲς τῶν ἁγίων λέγονται γεγονέναι, καὶ οἰκεῖοι τῆς ἄνω Ἱερουσαλὴμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφητῶν. Οἶκον ἐνταῦθά φησι τῆς μὲν ψυχῆς, τὸ σῶμα· τὴν δὲ ψυχὴν πάλιν, οἶκον τοῦ νοῦ· ὁ δ' αὐτὸς πάλιν νοῦς, τῆς ψυχῆς ὀφθαλμὸς λέγεται· ὁ δὲ τὴν ἔνθεον γνῶσιν καὶ σοφίαν μαθὼν, ἑαυτὸν δὲ ἐκδοὺς τῇ κακίᾳ, καὶ ἀντὶ ἀγαθῶν πονηροὺς λόγους ἐκφέρων, πρὸς δὲ τὸ ἐπιστρέψαι καὶ σωθῆναι μὴ βουλόμενος, τοῦ σωματι κοῦ οἴκου οὐκ ἀναχωρήσει ἡ κακία καὶ ἡ πονηρία· ἀλ λὰ μένουσιν ἑδραίως ἐν αὐτῷ, ἵνα τὰ τέλεια κακὰ ἐπέλθῃ, ἐν αὐτῷ ἀκίνητα μένοντα ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. -Τὸ ἐκ τῆς γῆς παρὰ Κυρίου πλασθὲν ἡμῖν σῶμα, οἶκον ἐνταῦθά φησι· τὸ δὲ, οὐ κινηθήσεται, ἀντὶ τοῦ, οὐκ ἀναχωρήσει ἐκ τοῦ οἴκου αὑτοῦ ὀργὴ καὶ θλίψις, διά τε ἀνθρώπων καὶ δαιμόνων ἐκπεμπόμενα παρὰ Κυρίου, κατὰ τοῦ ἀντὶ ἀγαθῶν κακὰ ἀποδώσαν τος τῷ ἀγαθοποιῷ αὑτοῦ ἀνθρώπῳ. -Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· πρὸς ὃν ὁ Μωϋσῆς ἐν τῷ ∆ευτερονομίῳ φησί· Γενεὰ σκολιὰ καὶ διεστραμμέ νη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; Ἐνταῦθα ἀρχὴν, τὴν γνῶσίν φησι· δικαιοσύνη δὲ ἕπεται τῇ γνώσει· ἐκ γὰρ τῆς γνώσεως ἡ δικαιοσύνη τίκτεται· ἔνδεια δέ ἐστι ἄγνοια· στάσις δὲ καὶ μάχη, πᾶσα κακία· προηγεῖται δὲ τῆς ἀγνοίας, ἡ κακία. Τί νος ἕνεκεν πάλιν τῶν πενήτων κατηγορεῖ; Ἀπάγων ἡμᾶς ἀργίας· οὐκ ἄρα ἀπὸ χειροτονίας ἡ ἐξουσία· ὥστε εἰ βούλει μετὰ παῤῥησίας βαδίζειν, δίκαιος ἔσο· προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη, ἤτοι τοῖς ἀδικοῦσιν ἔνδεια ἀρετῆς. Ὅμοιός ἐστι τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· καὶ τὸ μὲν φῶς, ὀνομάζων σκότος, τὸ δὲ σκότος, φῶς. Χρήματα ἐνταῦθα τὴν σοφίαν καὶ τὴν γνῶσίν φη σιν· ἄφρονι δὲ, ἵνα τί ὑπῆρξεν ἡ τῆς σοφίας καὶ γνώσεως μάθησις; ὡς γὰρ ἄμπελον ἀδύνατον ἐν θα λάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι· χρήματα γὰρ ἄφρονός ἐστιν, αἱ περὶ καθ' ἕκαστα αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς, κτήσασθαι σοφίαν ἀδυνα τεῖ. -Ἐν παντὶ πράγματι, πᾶς ὁ ὑψῶν ἑαυτὸν τα πεινωθήσεται· ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν τὰ πράγματα τοῦ Θεοῦ, ἐμπεσεῖται εἰς κακὰ περὶ τὴν κρίσιν. Ἐνταῦθα φίλον τὸν Χριστόν φησιν, ὃς διὰ τὴν πρὸς ἄνθρωπον φιλίαν, ἄνθρωπος γέγονεν. Οὐκέτι γὰρ λέγω ὑμᾶς δούλους, εἶπεν τοῖς μαθηταῖς, ἀλλὰ φίλους· ἐν παντὶ δὲ καιρῷ ὁ Χριστὸς συνυπαρχέτω σοι φίλος εἰ δὲ οἱ τοῦ Χριστοῦ υἱοὶ, ἀλλήλων εἰσὶ φίλοι· οἱ ἄγ γελοι καὶ οἱ δίκαιοι ἄνθρωποι, ἀλλήλων εἰσὶν ἀδελ 17.201 φοὶ, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι· τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώ πους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ. Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος, τοῖς πονηροῖς λογισμοῖς συν απαχθείς. Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· μητέρα, τὴν φι λανθρωπίαν αὐτοῦ· ἣ καὶ πεποίηκεν αὐτὸν σαρκω θῆναι, καὶ πάθη ὑπομεῖναι δι' ἡμᾶς· ὁ δὲ Θεὸς καὶ Πατὴρ ἡμῶν, οὐκ εὐφραίνεται ἐπὶ υἱῷ υἱοθετηθέντι μὲν, μὴ πεπαιδευμένῳ δὲ τὴν τοῦ Θεοῦ σοφίαν καὶ γνῶσιν, ἀλλὰ κακίᾳ καὶ πονηρίᾳ ἑαυτὸν ἐκδόντι· υἱὸς δὲ φρόνιμος εὐφραίνει τὴν μητέρα αὐτοῦ,