τὴν ψυχὴν ἐπιστρέφει ὁ Κύριος, καὶ ἀποκαθίστησι μετὰ τὸ ποιμᾶναι, καὶ εἰς τόπον χλόης κατασκηνεῖται· ειτα ἐπισ τρέψας ὁδηγεῖ ἐπὶ τρίβους δικαιοσύνης καὶ ἀρετῆς. 22.4 ̓Εὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά. Λέγοις δ' αν καὶ σκιὰν θανάτου τὸν φυ σικόν τε καὶ κοινὸν θάνατον τῷ τῆς ψυχῆς θανάτῳ διαστελλόμενον· καθὸ λέλεκται ἡ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖν, ὡς ὁ πισ τεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθα νεῖται εἰς τὸν αἰῶνα, μεταβεβηκὼς ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν· σκιὰν γὰρ οὐχ ὑπο μένουσι θανάτου, η κινδύνους, η σώματος λύσιν. 22.5 ̔Ητοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριον σου μεθύσκον ὡς κράτιστον. Τί βούλεται τό· ἐξεναντίας τῶν θλιβόν των με; Εχει τι μυστήριον ἀπόῤῥητον, ινα τις ευχηται θλίβεσθαι. ̓Επινόει μοι, ωσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων αθλους ἐπι κειμένους καθ' εκαστον ἀγώνισμα, ουτως καθ' ἑκάστην θλῖψιν· ἡνίκ' αν θλῖβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις, αἱ ἀντικείμεναι, νόει μοι ἡτοιμασμένην τράπεζαν πνευμα τικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν θλῖψιν. ̔Οσάκις γοῦν ἐὰν θλιβῇς, τοσαυτάκις καὶ τράπεζά σοι παρατίθεται πνευματική. Μό νον εχε ὀφθαλμοὺς τοὺς βλέποντας τραπέ ζας μου, ιν' εὐχαριστῶν λέγῃς μετὰ τοῦ ἀποστόλου· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώ μενοι ἐν ταῖς θλίψεσιν. ̓Εν ἀρχαῖς δὲ ἐφάσ κομεν τὸν ἐκ προκοπῆς οντα κατασκηνοῦν εἰς τόπον χλόης· ἐπεὶ ουν ὁ προκόπτων καν ἐπὶ τὸ τέλος φθάσειεν, οὐκέτι μείνας πρό βατον, ἀλλὰ λογικὸς ἀναδειχθεὶς, τράπεζαν εχει λογικῶν τροφῶν, ηὐτρεπισμένην ὑπὸ Κυρίου ... ̓Επίστησον δὲ, εἰ καὶ οσον τις ἐστὶν ἐν τῷ βίῳ τούτῳ, δι' ἐσόπτρου καὶ δι' αἰ νίγματος τὴν ἀλήθειαν βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποι μένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον πρὸς πρόσωπον προσβάλ λων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ, κατὰ τό· Κἀγὼ διαθήσομαι ὑμῖν δια θήκην, ἐσθίειν καὶ πίνειν ἑπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. Οθεν καὶ τό· ἡτοίμασας, ειρηται, ἀπεντεῦθεν γὰρ ἡτοί μασεν ὁ Θεὸς α ὁ ὀφθαλμὸς οὐκ ειδεν κτλ. Καὶ τό· ἐνώπιον δέ μου, δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν τράπεζαν, ἐξεναν τίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων. Καὶ διὰ τούτων θλιβόντων με ἀνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ Κύ ριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπε ζαν, ἐν ῃ ἐπίκειται στερεὰ τροφὴ, ινα ταύ της ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γεν ναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Καὶ γὰρ οτε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας εχομεν τοὺς ἀντικειμένους, ῃ φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ οἱ ἀντικείμενοι πολλοί. -Ου δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κε φαλὴ, ἐρεῖ· Ελαιον δὲ ἁμαρτωλοῦ μὴ λι πανάτω τὴν κεφαλήν μου, ὡς ἀπὸ Θεοῦ χριόμενος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οι μαι δὲ οτι καὶ νηστεύων ουτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον νίπτεται. - Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν κτλ. 22.6 Καὶ τὸ ελεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οικῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Τίς ἐστιν ὁ καταδιώκων ελεος; Χριστὸν Θεοῦ δύναμιν εμαθον καὶ Θεοῦ σοφίαν ἀπὸ τοῦ ἀποστόλου, καὶ οτι ἐγεννήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Αὐτὸς λέγει· ̓Εγώ εἰμι ἡ ὁδὸς καὶ ζωὴ καὶ ἀλήθεια. Μάθετε οτι αὐτός ἐστιν καὶ ὁ ελεος ὁ διώκων· εμψυχος ελεος σε διώκει. Τοὺς ελαττον φεύγοντας κατα λαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς αγει, ινα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς τὸν οικον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται. 23.1 Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοι κοῦντες ἐν αὐτῇ. Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ῃ ηὐ φραίνετο συντελειωθείς. 23.4 ̓Αθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν· ἐπῇρεν Μωϋσῆς τὰς χεῖρας, καὶ κατίσχυσεν ὁ ̓Ισραὴλ, οτε δὲ καθῆκεν τὰς χεῖρας κατίσχυσεν ὁ