ἀποκρίνονται, ὅτι τῶν σωμάτων, ὧν νῦν περικείμεθα. Εἶτα προσεπ ερωτησάντων ἡμῶν πότερον τῆς οὐσίας αὐτῶν ὅλης, ἢ οὐχί; πρὶν βασανίσαι λέγουσιν, ὅτι ὅλης. Ἐὰν δὲ προσαπορήσωμεν συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν, εἰ συναναστήσεται τὰ ἀποῤῥεύ σαντα ἐν φλεβοτομίαις αἵματα, καὶ αἱ σάρκες, καὶ αἱ τρίχες αἱ πώποτε γενόμεναι, ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ θλιβόμεναι, εἰς τὸ τῷ Θεῷ ποιεῖν ἃ βού λεται προστρέχουσιν. Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἵματα συναγαγεῖν τῷ λόγῳ ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σω ματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα με ταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων. Καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζώων ἐσθιό μενα ἀντιμεταβάλλει, καὶ γίνεται ἀνθρώπων ἢ ἑτέ ρων ζώων σώματα· καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος. Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀνα στάσει; Καὶ οὕτως εἰς βυθὸν φλυαρίας ἡμᾶς ἀλό γους συμβήσεται ἐμπίπτειν. Καὶ μετὰ ταύτας τὰς ἀπορίας, ἐπὶ τὸ πάντα δυνατὰ εἶναι τῷ Θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν Γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοού μενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεχιήλ· «Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου· καὶ ἐξήγαγέ με ἐν πνεύματι, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων. Καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφό δρα ἐπὶ προσώπου τοῦ πεδίου· καὶ ἰδοὺ, αὐτὰ ξηρὰ λίαν. Καὶ εἶπε πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς μέ· Προφήτευσον, υἱὲ ἀνθρώπου. Καὶ εἶπον πρὸς αὐτά· Τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἐπάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω τὸ πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ 12.1093 ζήσεσθε· καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.» Τούτῳ μὲν οὖν πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ· καὶ ἄλλα δὲ λέγουσιν εὐαγγελικὰ, οἷον, ὡς τὸ, «Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων·» καὶ τὸ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·» καὶ τὸ ἐν τῷ Παύλῳ· «Ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.» Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατ' αὐτὸν τούτοις τὸν νοῦν ἐπιστήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνί σασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν, καὶ φυλάξασθαι ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ Θεοῦ ἀναξίων. Τοῦτο οὖν εἰς τὸν τόπον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς καταταττούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ, καὶ ἀποκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζώων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταυτόν. ∆ιόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα· διό τι, ὡς πρὸς τὸ ἀκριβὲς τάχα, οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑποκείμενον ταυτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν· καίτοιγε τοῦ οἷον ἢ Παύλου, ἢ Πέτρου, ἀεὶ τοῦ αὐτοῦ ὄντος, οὐ τοῦ κατὰ ψυχὴν μόνου, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ' ἡμᾶς, οὔτ' ἐπεισαγόμενόν τι ἔχει ποτὲ, κἂν ῥευστὴ ἦν ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταυτὸν εἶναι· ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς, εἰς τὴν ποι ότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστά νοντας· καθ' ἣν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων παραμένουσι τοῖς σώμασι, καὶ ἄλλα τινὰ ἰδιώματα, φακοί. Καὶ ἐπὶ τούτοις εἴ τι ἐστὶν ὅμοιον τοῦτο τὸ εἶδος, καθ' ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικὸν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε ἔτι ἐντεταγμένον τὸ κατὰ τὴν πρώτην ὑποκείμενον. Ὥσπερ δὲ τὸ εἶδός ἐστι μέχρι τοῦ πέρατος, κἂν οἱ χαρακτῆρες δοκῶσι