ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑνώσεως. 56 Ὅλως δὲ τὸ κακὸν ἄλλο μὲν τὸ ἐν ψυχαῖς, ἄλλο δὲ τὸ ἐν σώμασι, καὶ τούτων <τὸ ἐν ψυχαῖς> διττόν, τὸ μὲν νόσος, τὸ δὲ αἶσχος, <ὡς πού φησιν ὁ Ἐλεάτης ξένος> [Pl. soph. 228]. ἔστι δὲ αἶσχος μὲν ἄγνοια καὶ τοῦ νοῦ στέρησις, νόσος δ' ἐν ψυχῇ στάσις καὶ ἔλλειψις τῆς κατὰ λόγον ζωῆς. ---, ἀλλὰ καὶ τούτων ἕκαστον αὖθις διττόν· καὶ γὰρ τὸ αἶσχος ἄλλως μέν ἐστι περὶ διάνοιαν, ἄλλως δὲ περὶ τὴν δόξαν, ἐπεὶ καὶ ἡ γνῶσις ἑτέρα, καί που μὲν ἐπιστήμης, ποὺ δὲ τέχνης ἔνδεια. πρὸς δὲ καὶ νόσος ἄλλως μὲν <ἐν ταῖς γνώσεσιν, ἄλλως δὲ> ἐν ταῖς ὁρμαῖς--- 57 Τοσαυταχῶς οὖν τὸ κακὸν διαιρετέον, ἐπεὶ καὶ τὰ μέτρα τῶν ὄντων ἐν τρισὶ ταύταις ἐστὶν ἀρχαῖς, φύσει καὶ ψυχῇ καὶ νῷ· καὶ τὸ ἄμετρον ἢ τῶν ἐν φύσει λόγων ἐστὶ στέρησις ἢ τῶν ἐν ψυχῇ ἢ τῶν ἐν νῷ .... καὶ γὰρ τὸ κοσμοῦν ἕκαστα κρεῖττον ἐστὶ τῶν κοσμουμένων--- 58 Ἀπορήσειεν δ' ἄν τις πῶς καὶ πόθεν ὅλως ἐστὶ τὰ κακά, προνοίας οὔσης. εἴτε γάρ ἐστι τὸ κακόν, πῶς τῷ προνοοῦντι πρὸς τὸ ἀγαθὸν οὐκ ἐνστήσεται; εἴτε προνοίας πλῆρες τὸ πᾶν, πῶς ἐν τοῖς οὖσι τὸ κακόν; ἔνιοι μὲν οὖν θατέρῳ τῶν λόγων ἐνέδοσαν, τῷ μὲν μὴ πάντα ἐκ προ- νοίας--- καὶ πρῶτον αὐτὸ καθ' αὑτὸ τὸ ἐν ψυχαῖς κακόν, εἰ ἀμιγὲς ἦν πρὸς τὸ ἐναντίον, ἄμοιρον τούτου παντάπασιν ὂν καὶ ἀφεγγέστατον καὶ οὐδὲν ἄλλο ἢ σκότος, τάχα ἂν τοῖς τῆς προνοίας ἔργοις ἐμπόδιον ἦν, παρ' ἧς πάντα ἀγαθά, φλαῦρον δὲ οὐδέν [πλ. τιμ. 30α]· εἰ δέ, <ὥσπερ εἴρηται πολλάκις>, τοῦτο τὸ κακὸν καὶ ἀγαθόν ἐστι καὶ οὐκ ἀκράτως κακὸν οὐδὲ αὐτοκακόν, ἀλλὰ τωδὶ μὲν κακόν, ἁπλῶς δὲ οὐ κακόν, οὐκ ἀναιρετέον οὔτε διὰ τὴν τοῦ ἀγαθοῦ μέθεξιν τὸ εἶναι αὐτὸ κακὸν παν- τελῶς, οὔτε διὰ τὴν ἐν αὐτῷ κάκην τὸ καὶ μέχρι τούτου πάντα ἀγαθὰ καὶ εἶναι καὶ γίνεσθαι. --- 59 --- <τοῦτο δὲ> τῷ παθόντι σωτηρίας ἀρχή. πολλοῖς γὰρ τὸ κακὸν μελετώ- μενον μὲν καὶ εἴσω ψυχῆς μένον κέκρυπται---, πεπραγμένον δὲ ... κατάδηλον γίνεται· δηλοῦσιν δὲ ... καὶ αἱ τῆς ψυχῆς συνέσεις οἷον αὐτῆς ὀνειδιζούσης ἑαυτῇ τὸ πραχθέν· ἐπεὶ καὶ ἰατρῶν τέχναι ταῖς τῶν ἑλκῶν ἀναστομώσεσιν εἰς τοὐμφανὲς ἄγουσαι τό τε πάθος καὶ τὴν εἴσω κρυπτομένην νοσοποιὸν αἰτίαν, εἰκόνα παρέχονται τῶν ἔργων τῆς προ-νοίας ἐφιείσης ψυχὰς πάθεσί τε καὶ ποιήσεσιν αἰσχραῖς, ἵνα τῆς ἐν αὐταῖς ὠδῖνος καὶ ὑπούλου ... ἕξεως ἀπαλλαγεῖσαι λάβωσιν ἀρχὴν περιόδου καὶ ζωῆς κρείττονος. ὅσα δὲ ἔνδον καὶ τούτων ἐστὶ πάθη ἑαυτὰς κακυνουσῶν ἔχει τὸ ἀγαθόν, καθὸ ἀεὶ πρὸς τὸ οἰκεῖον ἄγει τὴν ψυχήν· οὐ γάρ ἐστι τὰ χείρονα ἑλομένην μένειν ἐν τοῖς κρείττοσιν, ἀλλ' εὐθὺς ἐπὶ τὸ σκοτεινὸν καὶ αἰσχρὸν φέρεται· καὶ οὐχ αἱ πράξεις μόνον, ἀλλὰ καὶ τούτων χωρὶς αἱ τῆς ψυχῆς αἱρέσεις ἔχουσιν ἐν αὐταῖς τὴν δίκην· πᾶσα γὰρ αἵρεσις πρὸς τὸ ὅμοιον ἄγει αὐτήν. εἰ οὖν τὸ χεῖρον καὶ αἰσχρὸν καὶ ἄθεον ἐν τῇ ψυχῇ γένος ἐπὶ τὸ συγγενὲς μεθίστησιν αὐτήν, ἔχει εὐθὺς ἐν αὐτῇ ἀγαθὸν τὴν ἐκ προνοίας ἀξίαν, καὶ οὗτος ὁ ἐν ταῖς ψυχαῖς νόμος ἄγων ἑκάστην πρὸς τὸ οἰκεῖον. ἡ μὲν γὰρ προβάλλει τὴν ζωήν, ἡ δὲ συνάπτει ἑαυτὴν τοῖς ὁμοίοις· τὸ δὲ τῷ κατ' ἀξίαν εἶναι ταὐτόν, τὸ δὲ τῷ κατὰ δίκην, τὸ δὲ τῷ ἐκ προνοίας, τὸ δὲ τῷ ἀγαθῷ. εἰ μὲν γὰρ καὶ ἐξυβριζού-σαις αὐταῖς ἦν <ἐπάνω> μένειν ..., οὐδαμῶς ἂν εἶχεν αὐταῖς ἡ αἵρεσις τὸ εὖ· μόνως δὲ οὖσα κακόν, ἦν ἂν ἄθεος πάντῃ καὶ ἄδικος. εἰ δ' εὐθὺς τὴν ἑλομένην ἀφίστησι τῶν κρειττόνων, ἔχει τὸ ἀγαθὸν ἐντεῦθεν συμ-μιγὲς τῷ κακῷ· πᾶσα γὰρ ψυχὴ τοῦ ἄνω ὀρέγεταί πως κατὰ φύσιν. πεσούσαις οὖν αὐταῖς τὸ αἰσχρὸν φαίνεται τῆς ἐν αὐταῖς ζωῆς· πίπτειν δὲ ἀνάγκη πᾶσαν, ᾗ τὸ ἐνεργεῖν μὴ κατὰ τὸν νοῦν, καὶ ταῖς μὲν μᾶλλον, ταῖς δὲ ἧττον πτῶσις, ἐπεὶ καὶ ἡ αἵρεσις ἄλλως ἄλλαις. 60 Ἀλλὰ πῶς τὸ ἐν σώμασι κακὸν ἅμα καὶ ἀγαθόν ἐστιν, ἢ ὡς ὑπάρχον τῷ μὲν ὅλῳ κατὰ φύσιν, τῷ δὲ μέρει παρὰ φύσιν, μᾶλλον δὲ <καὶ τούτῳ> καθ' ὅσον μὲν εἰς τὸ πᾶν τελεῖ κατὰ φύσιν, καθ' ὅσον δὲ μεμέρισται ἐκεῖθεν παρὰ φύσιν; ἐπεὶ δὲ καὶ τὸ ἐν σώμασι κακὸν διττόν, τὸ μὲν ὡς αἶσχος, τὸ δὲ ὡς νόσος [Pl. soph. 228 e]-καλῶ δὲ αἴσχη πάντα ὅσα παρὰ