1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

13

καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐὰν ἄρα ἀκούσωσιν,ἐὰν ἄρα ἐνδῶσιν. Μηδὲν, φησὶν, οἰκεῖον φθέγξῃ διαλεγόμενος πρὸς αὐτοὺς, ἀλλὰ τοῖς ἐμοῖς διακό νησον λόγοις, καὶ τὰ παρ' ἐμοῦ σοι κελευόμενα πρόσ φερε· εἰκὸς γὰρ αὐτοὺς τοὺς σοὺς αἰδεσθῆναι πόνους, καὶ τὰς ἐμὰς ἀπειλὰς φοβηθῆναι. Ἡ δὲ ἀμφιβολία πάλιν, ὡς ἔφην, οὐ τὴν ἄγνοιαν σημαίνει, ἀλλὰ τοῦ αὐτεξουσίου τὴν ὁρμὴν δι εγείρει. ιβʹ. Καὶ ἔλαβέ με Πνεῦμα, καὶ ἤκουσα κατ όπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, Εὐλογη μένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ. Ταύτας γὰρ, φησὶ, δεξάμενος τὰς ἐντολὰς, κατηπει γόμην τὴν διακονίαν πληροῦν, καὶ οὐδὲ τοῖς ποσὶ κεχρῆσθαι συνεχωρούμην, ἀλλ' ὑπὸ θείας συνερ γείας πρὸς οὓς ἀπεστάλην μετεφερόμην. Ἀναγ καίως δὲ καὶ τοῦ σεισμοῦ τὴν αἴσθησιν δέχεται, ἵνα τῷ φόβῳ νυττόμενος τὴν διακονίαν πληρώσῃ. Λέγει δὲ καὶ τὴν ὑμνῳδίαν, ἣν ἀνέπεμψεν αἰσθόμενος τοῦ σεισμοῦ· "Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ." Τοῦτο δὲ ὑπ' αὐτοῦ τοῦ Θεοῦ διδαχθεὶς 81.848 ἔφη· τῷ γὰρ μακαρίῳ Μωσῇ γνωστῶς ἰδεῖν αἰτή σαντι τὸν Θεὸν, ἔφη, "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." Εἶτα ἐπάγει· "Ἰδοὺ τόπος παρ' ἐμοὶ, καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκε πάσω σε τῇ χειρί μου, καὶ ὄψῃ τὰ ὀπίσθιά μου, τὸ δὲ πρόσωπόν μου οὐ μὴ ἴδῃς." Οὐκ ἐπειδὴ εἰς πρόσ ωπον καὶ ὀπίσθια τὸ Θεῖον διῄρηται· ἀλλὰ διὰ μὲν τοῦ προσώπου τῆς θείας νοουμένης οὐσίας, διὰ δὲ τῶν ὀπισθίων, τῶν οἰκονομιῶν καὶ εὐεργεσιῶν, αἳ περὶ ἡμᾶς πολλαὶ γίνονται, καὶ παντοδαπαί. Τόπον τοίνυν αὐτοῦ καλεῖ τὴν ἀγαθότητα, δι' ἣν ἀχώρητος ὢν τῇ φύσει, ὡς δυνατὸν τοῖς ἀξίοις, γίνεται χω ρητός. ιγʹ. Καὶ ἴδον φωνὴν τῶν πτερύγων τῶν ζώων πτερυσσομένων ἑκατέραν πρὸς τὴν ἑκατέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φωνὴ τοῦ σεισμοῦ μεγάλη. Τούτων γὰρ πρός με εἰρη μένων, ἐκινεῖτο μὲν τὰ ζῶα ταῖς πτέρυξι χρώμενα, ἐπηκολούθουν δὲ οἱ τροχοί· σεισμὸς δὲ μέγιστος τούτων κινουμένων ἀπετελεῖτο· πολὺς γὰρ ἦν ὁ κτύπος ὁ πανταχόθεν φερόμενος. ιδʹ. Καὶ τὸ Πνεῦμα ἐξῆρέ με, καὶ ἔλαβέ με, καὶ ἐπορεύθην μετέωρος ἐν ὁρμῇ τοῦ Πνεύμα τός μου. Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα. "Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ κραταιά." Πάλιν αὐτὴν σημαίνει τὴν χάριν τοῦ Πνεύματος. ιεʹ. Καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέ ωρος· τουτέστιν, οὐ βαδίζων, ἀλλὰ δι' ἀέρος φερόμενος. "Καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, τοὺς ὄντας ἐκεῖ, καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν." Καταλαβὼν γὰρ, φησὶν, οὓς προσετάχθην, ἡμέρας ἑπτὰ σιγῶν διετέλεσα, ἀναμένων τὴν θείαν ἐνέρ γειαν. ι ϛʹ, ιζʹ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρός με λέγων, Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε ἐν τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ διαπει λήσῃ αὐτοῖς παρ' ἐμοῦ. Τύπον ἔπεχε, φησὶ, κατασκόπου, ὃν ἐπὶ γεωλόφου τινὸς ἱστᾶσιν οἱ ἄνθρωποι, προμηνύειν αὐτοῖς τὰς ἐσομένας τῶν βαρβάρων ἐφόδους κελεύοντες. Καὶ σὺ τοίνυν οἷον ἐπί τινος σκοπιᾶς καὶ περιωπῆς τῆς προφητείας ἑστὼς, ἃ προορᾷς τῷ λαῷ προαγόρευε, καὶ τοὺς ἐμοὺς αὐτοῖς διαπόρθμευε λόγους. ιηʹ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, θανάτῳ θανα τωθήσῃ, καὶ ἐὰν μὴ διαστείλῃ αὐτῷ, μηδὲ λαλήσῃς τοῦ διαστείλασθαι τῷ ἀνόμῳ, τοῦ ἀπο 81.849 στρέψαι αὐτὸν ἀπὸ τῶν ὁδῶν αὐτοῦ, τοῦ ζῆσαι αὐτὸν, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω. Φοβερὰ καὶ φρίκης γέμουσα ἡ ἀπειλὴ, καὶ ἱκανὴ δεδίξασθαι καὶ τοὺς ἄγαν λιθίνους· ἄῤῥη τος δὲ καὶ ἡ διὰ τῆς ἀπειλῆς προφαινομένη ἀγαθό της· ἀπειλεῖ γὰρ τῷ δικαίῳ τῶν εὐθυνῶν τὴν εἴσπραξιν, εἰ μὴ σημήνειε τῷ ἀνόμῳ τοῦ θανάτου τὴν ἀπειλὴν, καὶ διδάξειε, τί μὲν ζωῆς αἴτιον, τί δὲ θανάτου πρόξενον; Οὕτω ποθεῖ τῶν ἁπάντων ὁ ποιητὴς καὶ ∆εσπότης τὴν τῶν ἁμαρτωλῶν μεταμέ λειαν, ὅτι κἂν ἅπασάν τις συλλέξῃ τὴν ἀρετὴν, ἀμελεῖ δὲ τῶν ἐγκεχειρισμένων ψυχῶν, οὐδὲν ἐκ τῶν οἰκείων κατορθωμάτων ὠφεληθήσεται, δίκας δὲ ὑπὲρ τῆς περὶ ἐκείνας