Ἰακὼβ οὐχ ὁρῶμεν γενόμενα, ἀλλὰ καὶ μᾶλλον αὐτὸς ἑπτάκις πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ Ἠσαῦ. καὶ τριάκοντα βασιλεῖς ἐβασίλευσαν ἐκ τοῦ Ἠσαῦ, πρὶν ἢ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ, ὥστε αἱ εὐλογίαι ἐπὶ τὸν προσδοκώμενον ἐξ αὐτῶν δεσπότην Χριστὸν παραπέμπουσιν, πρὸς ὃν πᾶς ὁ σκοπὸς τῆς θείας γραφῆς ἀφορᾷ. 106 Ἰακὼβ πγʹ, ὁμοῦ γφοεʹ. Ἐξ Ἑβραίων Ἰακὼβ μέχρι τῆς τοῦ παιδὸς Ἰωσὴφ ἀρχῆς τῆς ἐν Αἰγύπτῳ ἔζησεν ἔτη ρλζʹ, καὶ μετὰ ταῦτα ἕτερα ἔτη ιζʹ, ὁμοῦ ρνδʹ. βʹ, γʹ, δʹ, εʹ. ϟʹ ἔτος τῆς ἐπαγγελίας. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ. ρʹ ἔτος τῆς ἐπαγγελίας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. ριʹ ἔτος τῆς ἐπαγγελίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ. ρκʹ ἔτος τῆς ἐπαγγελίας. λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ. ρʹ ἔτος τοῦ Ἰσαάκ. μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. ρλʹ ἔτος τῆς ἐπαγγελίας. μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. ρμʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. ρκʹ ἔτος Ἰσαάκ. ξαʹ, ξβʹ, ξγʹ. 107 Τούτῳ τῷ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ κάτεισιν εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ, καὶ δουλεύει παρ' αὐτῷ ἔτη κʹ, χάριν Λείας καὶ Ῥαχήλ. καὶ γίνονται αὐτῷ παῖδες ἐκεῖσε τέσσαρις, Ῥουβήν, Συμεών, Λευὶ καὶ Ἰούδας. ξδʹ, ξεʹ. ρνʹ ἔτος τῆς ἐπαγγελίας. ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, οαʹ, οβʹ, ογʹ, οδʹ, οεʹ. ρξʹ ἔτος τῆς ἐπαγγελίας. οϛʹ, οζʹ, οηʹ, οθʹ, πʹ. Ἰακὼβ ὀγδοηκοστῷ ἔτει τῆς αὐτοῦ ἡλικίας γεννᾷ τὸν Ῥουβήν. παʹ. Τούτῳ τῷ ἔτει Ἰακὼβ γεννᾷ τὸν Συμεών. πβʹ, πγʹ. Τούτῳ τῷ ἔτει γεννᾷ Ἰακὼβ τὸν Λευί. Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατῶς. 108 Οὗτος Ἰακώβ, καὶ αὐτὸς συγκληρονόμος τῶν ἐπαγγελιῶν τοῦ θεοῦ, ἐκδεχόμενος καὶ αὐτὸς τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, τουτέστιν τῆς ἐπουρανίου Ἱερουσαλήμ, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Χριστός· εἰς ἣν κατάστασιν ἀφορᾷ πᾶσα ἡ τῶν Χριστιανῶν θρησκεία, ἣν πρῶτος πάντων ἐνεκαίνισεν ἡμῖν ὁ δεσπότης Χριστὸς ὁδὸν πρόσφατον καὶ ζῶσαν· ἣν καὶ προλέγει ὁ μέγας Ἰακὼβ παραπέμπων τῷ ἰδίῳ υἱῷ Ἰούδᾳ, εὐλογῶν αὐτόν, ἐξ οὗ καὶ ὁ τῶν ἐπαγγελιῶν ἀνεφαίνετο κύριος Ἰησοῦς Χριστός, φάσκων οὕτως· Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνησάτωσάν σοι οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα. ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. ἀναπεσὼν ἐκοιμήθης, ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γόλα. Καίτοι τοῦτον οὐ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοὐναντίον αὐτὸς προσεκύνησεν τῷ Ἰωσὴφ καὶ μετὰ θάνατον τοῦ πατρός. εὔδηλον οὖν ὅτι πᾶσα ἡ προφητεία αὕτη εἰς τὸν ἐξ αὐτοῦ τεχθέντα δεσπότην Χριστὸν κατὰ σάρκα ἔσχεν 109 τὸ πέρας, τό τε δυνατὸν καὶ βασιλικὸν αὐτοῦ παριστῶσα καὶ τὸ πάθος καὶ τὴν ἐκ τοῦ πάθους μακαρίαν ἀνάστασιν. Λευὶ μζʹ, ὁμοῦ γχκβʹ. αʹ, βʹ. ροʹ ἔτος τῆς ἐπαγγελίας. γʹ. Τούτῳ τῷ τρίτῳ ἔτει τοῦ Λευὶ καὶ πϛʹ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ γεννᾷ τὸν Ἰούδαν, ἐξ οὗ Ἰουδαῖοι. δʹ. Τετάρτῳ ἔτει τοῦ Λευὶ καὶ πζʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ γεννᾷ τὸν Ἰσσαχάρ, ὅ ἐστι μισθός. εʹ. Πέμπτῳ ἔτει τοῦ Λευὶ καὶ πηʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ γεννᾷ τὸν Ζαβουλών. ϛʹ, ζʹ. ηʹ. Ὀγδόῳ ἔτει τοῦ Λευὶ καὶ ϟαʹ ἔτει τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ τίκτει τὴν ∆ίνα ἐκ τῆς Λείας. θʹ. Ἐνάτῳ ἔτει τοῦ Λευὶ καὶ ϟβʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ γεννᾷ τὸν Ἰωσὴφ ἐκ τῆς Ῥαχήλ. ιʹ, ιαʹ, ιβʹ. ρπʹ ἔτος ἐπαγγελίας. 110 ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ. Τούτῳ τῷ ἑκκαιδεκάτῳ ἔτει τοῦ Λευὶ καὶ ϟθʹ τῆς ἑαυτοῦ ἡλικίας Ἰακὼβ ἄνεισιν ἀπὸ τῆς Μεσοποταμίας. ιζʹ. Τούτῳ τῷ ἔτει τοῦ Λευὶ καὶ ρʹ τοῦ Ἰακὼβ ἦν ἔτος Ἰσαὰκ ρξʹ. ιηʹ.