De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
Τελευτήσαντος Ῥωμανοῦ βασιλέως τοῦ νέου, υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου καὶ πορφυρογεννήτου βασιλέως Ῥωμαίων τοῦ Μακεδόνος, εἰς μῆνα Μάρτιον ιεʹ, ἰνδ. ϛʹ, ἔτους ϛυοαʹ, τῇ τεσσαρακοστῇ τῶν νηστειῶν, κατέλειπεν τὴν ἑαυτοῦ βασιλείαν Βασιλείῳ καὶ Κωνσταντίνῳ, τοὺς νηπίους υἱοὺς αὐτοῦ καὶ τὴν ἰδίαν γαμετὴν καὶ αὐγούσταν Θεοφανῶ βασιλεύειν τῆς Ῥωμαίων ἀρχῆς. κατέλειπεν δὲ καὶ τὸν παρακοιμώμενον Ἰωσὴφ οἰκονομοῦντα τὰ τοῦ κοινοῦ πράγματα. 434 ἐκράτησεν δὲ ἡ τῶν ῥηθέντων προσώπων ἐξουσία ἀπὸ πεντεκαιδεκάτην μηνὸς Μαρτίου ἰνδ. ϛʹ μέχρι Αὐγούστου πεντεκαιδεκάτης, ἰνδ. τῆς αὐτῆς. Ἰουλίου δὲ μηνὸς δευτέρᾳ, ἰνδ. ὁμοίως, ἀνηγορεύθη ἐν τοῖς τῆς ἀνατολῆς μέρεσιν ὁ εὐσεβὴς καὶ φιλόχριστος βασιλεὺς ἡμῶν Νικηφόρος παρὰ τοῦ ἰδίου στρατοπέδου βασιλεὺς Ῥωμαίων. ἐν Καισαρίᾳ γὰρ τῇ νῦν τῆς Καππαδοκῶν ἐπαρχίας ἐν τῷ κάμπῳ, μαγίστρου αὐτοῦ ὄντος καὶ δομεστίκου τῶν σχολῶν, συναχθέντες πάντες οἱ στρατηγοὶ καὶ τὰ τάγματα, ἀνηγόρευσαν αὐτὸν βασιλέα. τοῦ δὲ μὴ βουλομένου, ἀλλὰ πρὸς τὸν πόλεμον τῶν Ἰσμαηλιτῶν ἐπισπεύδοντος καὶ τὸν λαὸν εἰς τοῦτο προτρεπομένου, αὐτοὶ μᾶλλον σπεύσαντες βίᾳ καὶ μὴ βουλόμενον ἐκ τῆς τέντης ὑψώσαντες ἀνηγόρευσαν αὐτὸν βασιλέα. οὐ μὴν δὲ ἐφόρεσεν στέμμα ἢ ἄλλην τινὰ βασίλειον ἐσθῆτα, εἰ μὴ μόνον τὰ ὑποδήματα ἐναλλάξας ῥούσεα, ἤτοι κόκκινα. ἀκουστὸν δὲ γεγονὸς τοῦτο ἐν τῇ πόλει, ἐταράχθη ὁ παρακοιμώμενος Ἰωσὴφ, καὶ ἀνταίρων ἐφιλονείκει, καὶ παρεσκευάζετο ἀντιπαρατάξασθαι τῷ ἄνακτι. ὁ δέ γε βασιλεὺς Νικηφόρος γράμμασιν ἡμέροις χρώμενος πρὸς αὐτὸν, ἐξέπεμπεν, τὴν αὐτὴν δόξαν αὐτῷ ἔχειν ὑπισχνούμενος καὶ τιμὰς πλείους. καὶ τὴν σύγκλητον τῷ ὁμοίῳ τρόπῳ ἐδηλοποίει. ὁ δὲ πολλάκις τοῖς 435 τοιούτοις ἐνσημανθεὶς, οὐκ ἠνέσχετο, καὶ δὴ εὑρών τινας τῶν ἀπὸ τῆς συγκλήτου συναγωνιζομένους αὐτῷ, ἀνταίρειν ἐφιλονείκει πρὸς τὸν αὔγουστον. τήν τε πόλιν κατασφαλισάμενος καὶ τὰς πόρτας ἀνακτίσας καὶ πρὸς τὸ πολίτευμα σκληρῶς φερόμενος, ἀναθέματι καθυπέβαλε τὸν ἄνακτα. οὐ τοῦτο δὲ μόνον, ἀλλά γε καὶ μυστικῶς (ἤτοι κρυφίως) τοὺς συγγενεῖς τοῦ ἄνακτος Νικηφόρου, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν, ἀπομματῶσαι ἐβούλετο. ὅπερ γνόντες φυγάδες ᾤχοντο, ὁ μὲν πατὴρ Βάρδας καὶ μάγιστρος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ὁ δέ γε μάγιστρος Λέων καὶ ἀδελφὸς τοῦ ἄνακτος εἰς τὸ ἐξπεδίτον, τοῦ στρατοῦ ἤδη φθάσοντος ἐν τῇ Χρυσοπόλει. τὸ δὲ πλῆθος τοῦ λαοῦ ζήλῳ θείῳ τρωθὲν προσεῤῥύει τῇ ἐκκλησίᾳ φυλάξαι τὸν μάγιστρον ἀλώβητον τῆς τῶν ἐναντίων ἐπιβουλῆς. πολλάκις γὰρ ἐπεχείρησαν ὅ,τε πατρίκιος Μαριανὸς ὁ Ἄπαμβας καὶ ὁ Τορνίκης Νικόλαος καὶ ὁ ἀπὸ στρατηγῶν Πασχάλιος ἐξεῶσαι αὐτὸν τῆς ἐκκλησίας τῇ βίᾳ. ὁ δὲ λαὸς μετὰ ὠθισμῶν καὶ ὕβρεων τούτους κακοὺς κακῶς ἐξέβαλον. κυριακῆς δὲ οὔσης θʹ τοῦ Αὐγούστου μηνὸς τῇ ἑωθινῇ ὥρᾳ, λεγομένου τοῦ θείου εὐαγγελίου τῆς ἁγίας ἀναστάσεως εἰσέδυ ὁ παρακοιμώμενος Ἰωσὴφ ἐν τῇ ἐκκλησίᾳ, καὶ ἀνελθὼν ἐν τῷ πατριαρχείῳ, προσειπών τινα τῷ πατριάρχῃ καὶ τῷ κλήρῳ, κατελθὼν αὖθις προσηπείλησε 436 πολλὰ τῷ ὄχλῳ καὶ τὸν διὰ λιμοῦ θάνατον, καὶ ἱππεύσας καὶ διελθὼν διὰ τοῦ μιλίου τοῖς ἀρτοποιοῖς παρήγγειλεν, ἄρτους μήτε ποιεῖν, μήτε εἰς ἀγορὰν προτίθεσθαι. ἀνελθὼν δὲ ἐν τῷ παλατίῳ καὶ τοὺς παῖδας Ῥωμανοῦ τοῦ βασιλέως μεθ' ἑαυτοῦ λαβὼν, διὰ τῶν ἄνω διαβατικῶν κατῆλθεν ἐν τῇ ἐκκλησίᾳ ὥρᾳ ἀρίστου, μὴ ὄντος τοῦ λαοῦ ἐν τῇ ἐκκλησίᾳ, καὶ παρακαλέσας τὸν μάγιστρον ἦρεν τῆς ἐκκλησίας, καὶ ἀπέστειλεν ἐν τῷ οἴκῳ αὐτοῦ. τοῦ δὲ λαοῦ τὸ δειλινὸν ἐλθόντος ἐν τῇ ἐκκλησίᾳ καὶ τὸν μάγιστρον μὴ εὑρόντων, ταραχθέντες, μᾶλλον δὲ μανέντες, ἀτίμοις φωναῖς πρὸς τὸν πατριάρχην καὶ τὸ ἱερατεῖον ἐχρῶντο, ὡς ὅτι παρ' αὐτῶν προεδόθη, καὶ λιθάσαι ἐπεχείρουν τοὺς τοῦ κλήρου. ὁ δὲ πατριάρχης ἐδηλοποίησεν τὸν μάγιστρον, ἐλθεῖν ἐν τῇ ἐκκλησίᾳ καὶ εἰρηνεῦσαι τὸν λαόν. ὁ δὲ ἐδηλοποίησεν τοῦτο τὸν παρακοιμώμενον· ὁ δὲ οὐκ ἐπέτρεψεν τοῦτο. γνοὺς δὲ τοῦτο ὁ λαὸς, ζήλῳ, ὡς εἴπωμεν, θείῳ φερόμενοι, οἱ μὲν πρὸς τὸν οἶκον τοῦ πανευφήμου μαγίστρου ἀπίεσαν φυλάξαι τοῦτον ἀνεπιβούλευτον· οἱ δὲ πλείους ἐν τῇ ἐκκλησίᾳ ἐναπομείναντες, πάντα τὰ ἐν τῇ ἐκκλησίᾳ ἐκ ξύλων σκεύη ὅπλα χρησάμενοι, ἐξῆλθον τῆς ἐκκλησίας, καὶ τοῖς ἀνταίρουσιν προσβάλλοντες, παρατεταγμένοις οὖσιν ἐν ὅπλοις Μακεδόσιν καὶ αἰχμαλώτοις τῶν Ἀγά 437 ρων καὶ τοῖς ῥηθεῖσιν προσώποις, Μαριανῷ καὶ λοιποῖς, τρέψαντες φυγάδας ἐποίησαν, καὶ τὴν νίκην ἀράμενοι πολλοὺς τοῦ κοινοῦ λαοῦ καὶ στρατοῦ