De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
φυσικήν, προαιρετικὴν δὲ μᾶλλον τὴν ἕνωσιν εἶναι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν; ∆ιοίσει γάρ, οἶμαι, κατ' οὐδένα τρόπον, εἴπερ ὧδέ τε ἔχει καὶ ἔστιν ἀληθές, τῶν εἰς υἱότητα κεκλημένων, καὶ εἰς τὸ τῆς θεότητος ὄνομα διὰ βουλῆς τοῦ Πατρὸς εἰσπεποιημένων, οἳ καὶ τοῖς ἐκ τῆς ἀρετῆς αὐχήμασι τὴν οὕτως εὐκλεᾶ καὶ περίοπτον ἐξεπρίαντο δόξαν. Τί δὲ δὴ τὸ ἀπεῖργον ἔτι, λεγόντων ἐκεῖνοι, καὶ τῶν ἁγίων ἕκαστον τὰ ἐφ' οἷσπερ ἂν ἡσθείη Θεὸς φρονεῖν τε καὶ δρᾶν ᾑρημένον, καὶ τὸ τῷ ∆εσπότῃ 407 δοκοῦν ἴδιον ὥσπερ τι ποιησάμενον θέλημα, τὴν οὕτως ὑπερφυᾶ τοῦ Υἱοῦ φθέγξασθαι φωνήν, ἀνακραγεῖν τε πρὸς τὸν Πατέρα· "Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;" Παρακομι ζόντων δὴ οὖν τοιάνδε τινὸς ἡμῖν ἁγίου φωνήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν, πολλοῦ γε καὶ δεῖ. Τοὐναντίον γάρ, οἶμαι, κατα θρήσαι τις ἄν, καίτοι τῆς εἰς λῆξιν εὐσεβείας ἐπειλημμένους, ὅτι τε εἶεν ἁμαρτωλοὶ πολυτρόπως ἐξᾴδοντας, καὶ τῆς οἰκείας φύσεως οὐκ ἐν ἀγνοίᾳ κειμένους. Καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν μυρίας μὲν ὅσας κατασωρεῦσαι φωνὰς ἐκ τῶν ἱερῶν ἀναλεξαμένους Γραμμάτων· τό γε μὴν ἐφεῖναι τοῖς φιλομαθέσι διαγυμνάζεσθαι λογισαίμην ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. Τετράψομαι δὲ πρὸς τὰ παρ' ἐκείνων· ἄμεινον γὰρ ἤδη τουτί· καὶ δὴ καὶ ἐρῶ, τὸν τῆς καθ' ἡμᾶς ἑνότητος ἀνακυκλήσας λόγον. Πρὸς ἑνότητα μὲν γὰρ τὴν διὰ πίστεως συγκεκομίσμεθά τε καὶ συνηνέχθημεν ὁμολογουμένως, διοίσομεν δὲ κατ' οὐδὲν ἀλλήλων ἑτερότητι τῆς οὐσίας, καὶ εἰ τέμνεταί πως ἕκαστος εἰς ἰδίαν ὑπόστασιν. Ἐσμὲν γὰρ ὁμοειδεῖς, καὶ τῆς ἁπάντων οὐσίας ὅρος τε καὶ λόγος εἷς, ὁ πάντων ἐν ἴσῳ κατηγο ρούμενος. Ἑνότητα δὲ τὴν ὡς πρὸς Θεόν, οὐκ ἐν ψιλαῖς καὶ μόναις ταῖς ἐκ θελημάτων πλουτοῦμεν ῥοπαῖς, ἀλλά τις καὶ ἕτερος εἰς τοῦτο συνείρει λόγος, ἀπόρρητός τε καὶ ἀναγκαῖος. Ὡς γὰρ ὁ θεῖος ἡμᾶς μεμυσταγώγηκε Παῦλος, "ἓν σῶμά ἐσμεν οἱ πολλοὶ διὰ τὸ ἐκ τοῦ ἑνὸς ἄρτου μετέχειν." Ἢ γὰρ οὐκ οἶσθα ὅτι σύσσωμα γενέσθαι Χριστοῦ καὶ τὰ ἔθνη φησί, τὴν πρὸς αὐτὸν ἑνότητα λαχόντα διὰ τῆς πίστεως, δῆλον δὲ ὅτι καὶ μυστικῆς εὐλογίας; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Οὐκοῦν, φυσικήν τε ἅμα καὶ προαιρετικὴν τὴν ἕνωσιν ἐν τε σφίσιν αὐτοῖς κεκτήμεθα, τοιαύτην δὲ οὖσαν ἡμῶν καὶ τὴν ἐν Χριστῷ διοψόμεθα. {Β.} Πῶς λέγεις; Ἕπομαι γὰρ οὐ λίαν. {Α.} Καὶ μὴν οὐδὲν εἶναί φημι τὸ ἄναντες ἔν γε δὴ τούτοις, ὦ τᾶν· ἀναμάθοι δ' ἂν ὅ φημι καὶ λίαν εὐκόλως ἁπαστισοῦν, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνήρ, ἐννενοηκὼς ὅτι πρῶτον μὲν εἰς ταυτότητα τὴν πρὸς ἀλλήλους οἱ τελοῦντες ἐν ἀνθρώποις θεσμῷ φυσικῷ διεσφίγμεθα, συνενούμεθα δὲ καὶ καθ' ἕτερον τρόπον. ∆ιατετμημένοι γὰρ ὥσπερ εἰς ὑπόστασιν ἰδικήν, τὴν καθ' ἕκαστον λέγω, καθ' ἣν ὁ μέν τίς ἐστι Πέτρος ἢ Ἰωάννης, ὁ δὲ Θωμᾶς ἢ Ματθαῖος, σύσσωμοι γεγόναμεν ἐν Χριστῷ, τὴν μίαν σάρκα τρεφόμενοι, καὶ ἑνὶ τῷ ἁγίῳ Πνεύματι πρὸς ἑνότητα κατεσφραγισμένοι, καὶ 408 εἴπερ ἐστὶν ἀμέριστος ὁ Χριστός-μεμέρισται γὰρ οὐδαμῶς-ἓν οἱ πάντες ἐσμὲν ἐν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· "Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν." Ἄθρει γὰρ ὅπως ἔν τε τῷ Χριστῷ καὶ ἁγίῳ Πνεύματι οἱ πάντες ἕν ἐσμεν καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα. Ἐπαιτιατέον οὖν ἄρα τοὺς ἕτερα ἄττα φρονεῖν ἑλομένους, ὡς μηδὲ ἐκεῖνα συνέντας ὀρθῶς τὰ περὶ ἡμῶν γεγραμμένα. {Β.} Ἐπαιτιατέον μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Φιλοπευστήσας γε μὴν οὐδὲν ἧττον ἐρῶ, πότερα τὸν Υἱὸν ἡνῶσθαι παρα δεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἀμέλει καὶ ἡμᾶς ἀλλήλοις, ἢ καὶ ὑπὲρ τοῦτο δοίη τις ἂν ἐπ' αὐτῶν τὴν ἕνωσιν; {Α.} Ἡνῶσθαί φαμεν τῷ Πατρὶ τὸν Υἱὸν καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς. Ἔστι μὲν γὰρ ὁμολογουμένως τῷ γεγεννηκότι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς Υἱός τε καὶ ἐξ αὐτοῦ. Ἐν ἰδίᾳ δὲ ὢν ὑποστάσει, τῇδέ τε ἔχειν εὖ μάλα πεπιστευμένος, οὐ καθάπερ ἡμεῖς ἀλλήλων, ἤτοι κατὰ νόμον σωμάτων, διεστήξει καὶ αὐτὸς τοῦ Πατρός, τὴν εἰσάπαν ἔχων διατομήν, εἰς ἑτερότητα δὲ τὴν καθέ καστον λέγω, φυσικὴν δὲ καὶ ἄρρητον ἔχει τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν ὑποστά σεων, κατά γε τό τισι δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι