ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθείας ἱερᾶς ἀναπεπλησμένην καὶ παντο δαπῶν καὶ μακαρίων ἀγαθῶν ἄφθονον χορηγίαν, καθ' ἣν εὐφροσύνης ἁπάσης ἀναπίμπλανται, τούτου δὴ τοῦ εὐφραίνειν Ἰησοῦ καὶ ἀνακλί νοντος αὐτοὺς καὶ διακονοῦντος καὶ τὴν αἰωνίαν ἀνάπαυλαν δωρουμένου καὶ τὴν ἀποπλήρωσιν τῶν καλῶν διανέμοντος ἅμα καὶ ἐπιῤῥέοντος. Ἐπιζητήσεις δέ, εὖ οἶδα, καὶ τὸν εὐφημούμενον ὕπνον τοῦ θεοῦ καὶ τὴν ἐγρήγορσιν ἀναπτυχθῆναι· καὶ ὅταν φῶμεν θεῖον μὲν ὕπνον εἶναι τὸ ἐξῃρημένον τοῦ θεοῦ καὶ ἀκοινώνητον ἀπὸ τῶν προνοουμένων, ἐγρή γορσιν δὲ τὴν εἰς τὸ προνοεῖν αὐτοῦ τῶν παιδείας ἢ σωτηρίας δεομένων προσοχήν, ἐπ' ἄλλα θεολογικὰ σύμβολα μετελεύσῃ. ∆ιὸ καὶ περιττὸν οἰηθέντες εἶναι τὸ τὰ αὐτὰ τοῖς αὐτοῖς ἐπανακυκλοῦν τας ἕτερα δοκεῖν λέγειν, ἅμα δὲ καὶ ὑμῖν εἰς τὰ καλὰ πείθεσθαι συνεγνω κότες, τὰ μὲν τῆς ἐπιστολῆς ἄχρι τῶν εἰρημένων ἀποπαύομεν ἐκτεθεικότες, ὡς οἶμαι, καὶ περιττὰ τῶν τοῖς ὑμετέροις γράμμασιν ἐπωφλημένων. Aὐτὴν δὲ ὅλην ἡμῶν τὴν Συμβολικὴν Θεολογίαν ἀποστέλλομεν, καθ' ἣν εὑρήσεις μετὰ τοῦ τῆς σοφίας οἴκου καὶ τοὺς στύλους τοὺς ἑπτὰ διηυκρινημένους καὶ τὴν στερεὰν αὐτῆς τροφὴν εἰς θύματα καὶ ἄρτους διῃρημένην· καὶ τίς ἡ τοῦ οἴνου κρᾶσις, αὖθίς τε, τίς ἡ ἀπὸ τῆς μέθης τοῦ θεοῦ κραιπάλη, καὶ αὐτὰ δὲ τὰ νῦν εἰρημένα διεξοδικώτερον ἐν αὐτῇ διήρθρωται. Καὶ ἔστιν, ὡς οἶμαι, πασῶν τῶν συμβολικῶν θεολογιῶν εὑρέτις ἀγαθὴ καὶ συμβαίνουσα ταῖς τῶν λογίων ἱεραῖς παραδόσεσι καὶ ἀληθείαις.
ΙΩAΝΝHι ΘEOΛOΓΩι, ΑΠOΣΤOΛΩι ΚAI EΥAΓΓEΛIΣΤHι ΠEΡIOΡIΣΘEΝΤI ΚAΤA ΠAΤΜOΝ ΤHΝ ΝHΣOΝ
Προσαγορεύω σε τὴν ἱερὰν ψυχήν, ἠγαπημένε, καὶ ἔστι μοι τοῦτο πρὸς σὲ παρὰ τοὺς πολλοὺς ἰδιαίτερον. Χαῖρε, ἀληθῶς ἠγαπημένε, τῷ ὄντως ἐραστῷ καὶ ἐφετῷ καὶ ἀγαπητῷ λίαν ἠγαπημένε. Τί θαυμαστόν, εἰ Χριστὸς ἀληθεύει καὶ τοὺς μαθητὰς οἱ ἄδικοι τῶν πόλεων ἐξελαύνουσιν αὐτοὶ τὰ κατ' ἀξίαν ἑαυτοῖς ἀπονέμοντες καὶ τῶν ἁγίων οἱ ἐναγεῖς ἀποδιαστελλόμενοι καὶ ἀποφοιτῶντες; Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων. Oὐδὲ γὰρ ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις αἴτιος ἔσται τῶν ἐξ αὐτοῦ δικαίων ἀφορισμῶν ὁ θεός, ἀλλ' οἱ τοῦ θεοῦ παντελῶς ἑαυτοὺς ἀφορίσαντες. Ὥσπερ καὶ θατέρους ὁρῶμεν ἐντεῦθεν ἤδη μετὰ τοῦ θεοῦ γιγνομένους, ἐπειδὴ ἀληθείας ὄντες ἐρασταί, τῆς προσπαθείας μὲν ἀναχωροῦσι τῶν ὑλικῶν, ἐν πάσῃ δὲ πάντων κακῶν ἐλευθερίᾳ καὶ ἔρωτι θείῳ τῶν ἀγαθῶν ἁπάντων εἰρήνην ἀγαπῶσι καὶ τὸν ἁγιασμὸν κἀκ τῆς παρούσης ζωῆς ἀπάρχονται τῆς μελλούσης ἀγγελοπρεπῶς ἐν μέσῳ ἀνθρώπων ἐμπολιτευόμενοι ξὺν ἀπαθείᾳ πάσῃ καὶ θεωνυμίᾳ καὶ ἁγιότητι καὶ τοῖς ἄλλοις ἀγαθοῖς. Ὑμᾶς μὲν οὖν οὐκ ἄν ποτε οὕτω μανείην, ὡς ἡγήσασθαί τι πάσχειν, ἀλλὰ καὶ τὰ σώματος πάθη κατὰ μόνον τὸ κρίνειν αὐτὰ διαισθάνεσθαι πιστεύω. Τοὺς δὲ ἀδικοῦντας ὑμᾶς καὶ περιορίζειν οἰομένους οὐκ ὀρθῶς τοῦ Eὐαγγελίου τὸν ἥλιον ἐνδίκως αἰτιώμενος εὔχομαι τούτων ἀφεμένους, ὧν ἐφ' ἑαυτοὺς δρῶσιν, ἐπὶ τἀγαθὸν τραπέσθαι καὶ πρὸς ἑαυτοὺς ὑμᾶς