1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

14

φύσιν τελούντων» πάνυ γε, ἐκ δυοῖν γὰρ εἰπὼν ἀπήλλαξας φροντίδων ἡμᾶς· δύο γάρ εἰσιν ὁ πατὴρ καὶ ὁ υἱός, ὥσπερ τριάς τε τούτοις συνα ριθμεῖται καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἀλλὰ καὶ ἓν τὰ δύο καὶ τὰ τρία ἓν κατὰ λόγους οὕσπερ εἰρήκαμεν. ὃ γοῦν ἐκ δυοῖν, οὐκ ἐξ ἑνὸς προσώπου ἢ μιᾶς ὑποστάσεως, ἀλλ' ἐκ δυοῖν ἀληθῶς.

2.19 Ἃ γοῦν ἔφημεν ἄτοπα ἕπεσθαι τοῖς ἐκ δύο φάσκουσιν ἐκπορεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον, ταῦτα ἂν καὶ ἐπὶ του τοισὶν ἕψοιτο· καὶ οὐκ ἀρκέσει τοῖς λέγουσιν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» εἰς τὸ ὡς ἐξ ἑνὸς αὐτὸ προβάλλειν, εἰ μὴ τὴν συναλοιφὴν ἢ τὴν σύγχυσιν καταδέξαιντο. ἀλλ' ἐκεῖθεν πάλιν «ὅσα ἂν ἔχῃ» φησὶν «ὁ πατήρ, ἔχει αὐτὰ καὶ ὁ υἱός»· ταῦτα δὲ καὶ τὸ πνεῦμα ἔσχηκεν οὑτωσί. οὐ γὰρ τὰ ἀπομε μερισμένα ταῖς ὑποστάσεσίν φησιν ὁ Χριστός, ἀλλὰ τὰ κοινὰ καὶ τὰ συνόντα τούτοις ὁμοτίμως καὶ συμφυῶς· ἐπεί τοί γε πῶς οὐκ ἄναρχος ἢ ἀναίτιος ὁ υἱός, ἐπείπερ ἐστὶν ὁ πατήρ; πῶς οὐκ ἀγέννητος, ὅτιπερ ὁ πατήρ; πῶς οὐ πατήρ, ἐπεὶ ὁ πατήρ; ἀλλὰ ταῦτα μὲν ἔκδηλα καὶ τοῖς μικρὸν ἐπαΐειν τῶν ἱερῶν λογίων ἐθέλουσι καὶ καθ' οὓς ἂν λόγους εἴρηνται γνώριμα. ὑπὲρ ὧν καὶ τεθαύμακα πάνυ τοὺς ταῦτα προ βάλλοντας πρὸς τὴν τῆς δόξης τούτων παράστασιν, οὓς οὐ τοσοῦτον εἰδέναι τὰ τῶν θείων λογίων διαμαρτυραίμην, ὅσον μηδὲ κατά τι ἀπισχυρίσαιμι, εἴπερ μὴ οὐχ ἑκοντὶ ταῖς τῶν ῥητῶν διανοίαις ἐφαμαρτάνουσιν· οὓς εἰ μὲν τὸ πρῶτον, ἀθλιωτάτους λογίζομαι, ἐπεὶ προϋποτιθέντες ἀσά λευτα διὰ στερρῶν ὡς δοκεῖ τούτοις τῶν τοῦ Χριστοῦ ῥη μάτων ἑδράζειν ταῦτα προῄρηνται καὶ ἐπὶ τῇ πέτρᾳ διὰ ταῦτα προσκρούουσι, ἐφ' ᾗ καὶ ῥαγήσονται καὶ συντριβή σονται σφίσι τὰ διαβούλια· εἰ δὲ τὸ δεύτερον, οὐ τοσοῦτον κακίσαιμι, ἀλλ' ἐς διδασκάλων φοιτῆσαι σφᾶς αὐτοὺς συμ βουλεύσαιμι, ἐξ ὧν τὰ τῶν ἀποδείξεων ἀναγκαῖα μαθή σονται καὶ οὐ πρὸς τὴν ἐπιστήμην διατεθήσονται πλημμε λῶς. ταύτας γὰρ τὰς φωνάς, ἃς ὁ Χριστὸς εἰρήκει περὶ ἑαυτοῦ καὶ τοῦ πατρός, ὀλίγων χωρὶς εἰ ὑπόθοιτό τις καὶ τὸ πνεῦμα κατιὸν ἐν ἡμῖν εἰπεῖν, ἄρ' εἶχε διὰ ταῦτα καὶ ἐξ αὐτοῦ γεννᾶσθαι ἐρεῖν τὸν υἱόν, οἷον τὸ «ἐγὼ καὶ ὁ προβολεὺς ἓν ἐσμέν», καὶ «ὅσα ἂν ἔχῃ οὗτος, ἔχω δὴ καὶ αὐτός», καὶ «ὁ ἑωρακὼς ἐμὲ ἐκεῖνον ἑώρακε», καὶ ὅσα τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸ κατὰ πάντα ταὐτὸν τῆς οὐσίας ἐμφαί νοντα καὶ τῷ πνεύματι πάντα ἁρμόσειε, οὐ μὴν διὰ ταῦτα τῆς ἰδιότητος αὐτοῦ ἀποπέσειεν ἄν.

2.20 Ἀλλὰ πάλιν θροεῖ σε τὸ ὑπό τινων εἰρημένον ὡς εἰκὼν μὲν πατρὸς ὁ υἱός, υἱοῦ δὲ τὸ πνεῦμα τὸ ἅγιον, κἀντεῦθεν ἀναγκάζῃ καὶ ἐκ τοῦ υἱοῦ λέγειν αὐτὸ ἐκπορεύεσθαι. ἐβου λόμην μὲν τουτοῒ καὶ αὐτός, εἰ τὸ ἀναγκαῖον ἐκ τῶν λόγων ἐφαίνετο· ἀλλὰ νῦν οὐκέτι ἀνάγκη. σκόπει γάρ· εἰ εἰκὼν ὁ υἱὸς τοῦ πατρός, ὅτι υἱός, εἰκὼν δὲ τὸ πνεῦμα τοῦ υἱοῦ, οὐκ ἄλλου του ἔσται χάριν ἢ ὅτι υἱός. τῆς ἀτοπίας! ὁρᾷς ὅπῃ τὰ τῶν λόγων προέβη; εἰ δὲ καὶ αὖθις διισχυρίζῃ, ὡς ὁ υἱὸς εἰκὼν τοῦ πατρός, ὅτιπερ ἐξ αὐτοῦ, κατὰ τοῦτο δὴ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα, ἐπείπερ εἰκὼν αὐτοῦ καὶ ἔστι καὶ λέγεται, ἀπήλλαξας φροντίδος ἡμᾶς τὸ τοιοῦτον εἰπών. ἀλλ' οἶσθα ὡς τὸ ἐξ αὐτοῦ διάφορον ἐν ἀμφοῖν καὶ κατὰ τὰς σὰς ὑποθέσεις; ἐκεῖ μὲν γὰρ ἐξ αὐτοῦ, ἀλλὰ γεννητῶς, ἐνταῦθα δὲ ἐξ αὐτοῦ, ἀλλ' ἐκπορευτῶς. πῶς οὖν ἡ ταυτό της τῆς εἰκόνος ἐν διαφόροις φυλαχθήσεται ἰδιώμασι; μήποτε ἄρα οὐ κατὰ τοὺς τοιούτους λόγους αἱ εἰκόνες παραλαμβά νονται τοῖς γράφουσι τὰ θειότερα, ἀλλ' ἔστιν ἄλλο τι διὸ τὰ τοιαῦτα καὶ λέλεκται. εἰκὼν μὲν γὰρ εἴη ὁ υἱὸς τοῦ πατρὸς φυσικὴ ὡς ὁμοούσιος καὶ ὁμοεργὴς δύναμις, τοὺς πατρικοὺς χαρακτῆρας παραθεὶς ἡμῖν ἐξ ἑαυτοῦ, ἐν οἷς σάρκα προσειληφὼς προσωμίλησε, καθὼς καὶ οὗτος τὰ θεῖα ἐν ὑστέροις διατιθέμενος εἰρήκει πρὸς Φίλιππον· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». εἰ κατὰ τοιούτους λόγους καὶ τὴν εἰκόνα λάβῃς τοῦ πνεύματος, εὑρήσεις πάντη συνᾴδουσαν. ἐπεὶ γὰρ μετὰ τὴν ἐνθένδε τοῦ υἱοῦ ἀναχώρησιν ἢ εἰς τὸ πρῶτον ἀποκατάστασιν, ἐξ ἧς ἀδιαστάτως κεκένωται, ὁ παρά κλητος κατελήλυθε, τῆς αὐτῆς