1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

12

νοοῦμεν, ἐξαγγέλλομεν εἰς ἀλήθειαν, πίστει βεβαιοῦντες τὴν γνῶσιν ἢ τῇ γνώσει τὴν πίστιν τρα νοῦντες εἰς τὴν εὐσέβειαν. οὕτω σοι καὶ τὸ προϊὸν ἐκ τοῦ υἱοῦ διαλύομεν, οὕτω σοι καὶ τὸ πεμπόμενον καὶ χορηγού μενον καὶ διδόμενον καὶ ὅσα ἄττα τῶν ὀνομάτων ἐπὶ τοῦ υἱοῦ δογματίζουσι οἱ κρεῖττον ἡμῶν εἰδότες ταῦτα καὶ τὴν ἐν τούτοις ταὐτότητά τε καὶ ἑτερότητα, οἳ τὴν ἐκπόρευσιν παντάπασιν ἀπηγόρευσαν, ὧν τοῖς ὀνόμασιν ἡ τῆς ἐξαγγε λίας προφορὰ μεμαρτύρηκε. τούτων γὰρ ἡ γνῶσις ὑπεραν έβη τὸν οὐρανόν, τούτων ὁ φθόγγος εἰς πάντα γῆς ἐξεχύθη τὰ πέρατα. οὗτοι γὰρ ἐν Χριστῷ τοῖς τῆς εὐσεβείας λόγοις συνέσχον τὸ πᾶν, βροντῆς τρόπον ἢ ἀστραπῆς περιδονή σαντες ἢ περιαστράψαντες τὴν ὑφήλιον.

2.13 Ἐπεὶ γοῦν οὕτως ἡμῖν τὰ τοῦ Χριστοῦ σεσαφήνισται καὶ καλῶς τῶν λύσεων ἔσχηκε σὺν τοῖς καὶ ἅπερ οἱ ἱερο φάνται πάντες ἐδίδαξάν τε καὶ διετράνωσαν, οἳ μὴ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι τὸ πνεῦμα εἰπεῖν τετολμήκασιν, ὅτι μὴ πᾶσα ἀνάγκη παρὰ τῶν λόγων αὐτοῖς ἀνεφαίνετο, καὶ τῶν λοιπῶν ἀρκτέον εἰς τὴν διάκρισιν. τέως οὖν, ἵνα τι καὶ μικρόν σοι προαναφωνήσω τῶν λόγων, πῶς, ὃ Χριστὸς οὐκ ἐδίδαξεν ἀπόστολός τε οὐκ οἶδεν-εἰ γὰρ οἶδε, καὶ ἐξελά λησεν ὁ τὴν τοῦ πνεύματος χάριν ἐν πυρίνῃ γλώσσῃ πᾶσαν δεξάμενος-οὐ συνελογίσαντο οἱ διδάσκαλοι, κατὰ τούς σοι προφερομένους ῥᾳδίως ἄρτι συλλογισμοὺς ἀποθρασύνῃ διδάσ κειν αὐτός; ὃς τίς ποτε εἶ; καὶ μυρίων παρῳχηκότων ἀνδρῶν εὐσεβείᾳ καὶ σοφίᾳ καὶ ταῖς μεγίσταις τῶν θεοσημειῶν διαπρεψάντων ὡς οἴδαμεν, οὐδείς πω τὴν τοιαύτην λέξιν καὶ ἐπὶ τοῦ υἱοῦ προσθεῖναι ἀπηυθαδιάσατο, καὶ σὺ ἀπαν αιδεύῃ πρὸς τὴν ἐγχείρησιν; μακάριος ἂν ἦς, εἰ μόνον ἐξείχου τῶν δεδιδαγμένων σοι παρ' αὐτῶν· νῦν δ'-οὐκ οἶδ' ὅθεν ὁρμώμενος-ἐθέλων παραγκωνίσαι καὶ ὑπερβαλεῖν τοὺς διδάξαντας ἀθλιότατος ἐμοὶ ἐναπέφηνας.

2.14 Ἀλλ' ἐπεὶ τὰ μεγάλα τῶν βάθρων σοι διεσείσαμεν, ἐν οἷς καὶ μᾶλλον ηὔχεις τὸ ἑδραῖον καὶ ὡς ἐδόκεις ἀσάλευτον, ἰδού σοι φέρω καὶ τὰ ἐμά, ἵν' εἰδείης εἰ ἐπὶ τῆς πέτρας ἑδράζονται τοῦ Χριστοῦ, ὅπου τι παρασῦραι τὰ τῶν ποτα μῶν οὐ δύνανται ῥεύματα λόγοις σοφιστευόντων ἐπὶ κενῆς. ἀλλὰ πρῶτον ἐρωτήσω σέ τι, καὶ ἀπόκριναί μοι πρὸς τὴν ἐρώτησιν· ἅμα τὸν υἱὸν γεγέννηκεν ὁ πατὴρ καὶ τὸ πνεῦμα ἐκπεπόρευκεν ἢ οὐχ ἅμα; οὐχ ἅμα μὲν οὐδείς πω τῶν εὐσε βεῖν βεβουλημένων ἐρεῖ· χρόνος γὰρ μεσολαβήσει περὶ τὰς ὑπάρξεις τῶν ἐκ πατρὸς καὶ τὸ πρῶτον οὐ διαφύγωσι καὶ τὸ δεύτερον καὶ τἆλλα ὅσα τοῖς οὐχ ἅμα οὐσιωμένοις ἀκο λουθεῖ. καί πού τις τῶν θεολογησάντων εἰρήκει πρὸς τοὺς εἰς ἀρχὴν τιθεμένους αὐτά· «πότε ὁ υἱὸς γεγέννηται; ὅτε τὸ πνεῦμα ἐκπεπόρευται» καὶ ἀνάπαλιν· «πότε τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς γεγέννηται», οὐ διαστειλάμενος τῆς γεννήσεως τὴν ἐκπόρευσιν ἐν τῷ ἀτόμῳ τῆς οὐσιώσεως. λείπεται γοῦν ἅμα εἶναι τὴν γέννησιν ἐκ τοῦ πατρὸς καὶ ἐκπόρευσιν εἴτουν τὸ ἐξ αὐτοῦ γεννώμενον καὶ τὸ ἐκπορευό μενον. εἰ γοῦν ἅμα, πῶς διὰ θατέρου θάτερον; δεῖ γὰρ πρῶτον εἶναι τὸ μέσον, εἶτα φανῆναι τὸ δι' αὐτοῦ. εἰ δὲ χρόνου πόρρω τὰ ὑπὲρ χρόνον, οὕτω ταῦτά γε ὑπὲρ χρόνον, ὅτι ἅμα καὶ ὅτι μέσον οὐχ εὑρίσκεται πρὸς τὴν ὕπαρξιν. τῷ γὰρ αἰτίῳ συννοοῦνται ἅμα τὰ ἐξ αὐτοῦ, τὰ δ' αἰτιατά, εἰ διὰ θατέρου θάτερον, ἀνάγκη πᾶσα καὶ πρῶτον οὐσιοῦσθαι καὶ δεύτερον. ἅμα γοῦν ἄμφω ἐκ τοῦ αὐτοῦ καὶ οὐ δι' ἑτέρου τὸ ἕτερον, ἵνα μὴ χρόνος ᾖ πρῶτον καὶ ὕστερον, ἢ διαφορὰ οὐσίας μεσολαβήσει ἐν τοῖς τρισίν.

2.15 Εἰ γοῦν οὐ πείθω σε τούτοις, ἀκροῶ πάλιν ἑτέρου. εἰ μέσος τοῦ πατρὸς καὶ τοῦ πνεύματος ὁ υἱός, ὥρισται ἄρα-ἅπαν γὰρ μέσον τοῖς ἄκροις ἐμπεριγράφεται- καὶ οὐ τόπῳ λέγω ἢ χρόνῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ, ἃ τοῖς ὑπὸ φύσιν γνωρίζεται, ἀλλ' αὐτῇ γε δὴ τῇ οὐσίᾳ κἂν ἄπειρος εἴη ὑπὸ ἀπείρων περατουμένῃ. ὃ καὶ παράδοξον, ἂν περα τῶται τὸ ἄπειρον· οὐ περατωθήσεται γὰρ ἐν ἄλλοις. οἷς δὲ ὁρίζεται, καὶ περιγράφεται· καὶ ἐφάνη θεὸς ἡμῖν τῇ οὐσίᾳ περιγραφόμενος, τὸ καινότατον, οὗ τί