Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τὸν φόβον τοῦ Ὀρχάνου· καὶ ἐζήτει πάντοτε καιρὸν ἐπιτήδειον, ἵνα, εἰ δυνατόν, πάλιν δοκιμάσῃ καὶ τὴν βασιλείαν ὑφ' ἑαυτὸν ποιήσῃ ἐλ θεῖν. Ἀκούσας δὲ τὸν τοῦ Ὀρχάνου θάνατον καὶ πῶς ὁ υἱὸς αὐτοῦ Ἀμουράτης τὴνἀρχὴν διεδέξατο, στρατὸν οἰκονομήσας ἔκ τε τῆς Σερβίας καὶ Βουλγαρίας, ἵνα πάλιν κατὰ τοῦ γαμβροῦ καὶ βασιλέως Ἰωάννου ἔλθῃ· ὁ δὲ βασιλεὺς Ἰωάννης ταῦτα μαθὼν ἔστειλε πρέσβυν πρὸς τὸν πενθερὸν μετ' ἐπιστολῆς περιεχούσης οὕτως.
Ἐπιστολὴ Ἰωάννου τοῦ βασιλέως πρὸς τὸν Καντακουζηνὸν τὸν πενθερὸν αὐτοῦ
χ. Ἐγὼ μὲν πολλάκις καὶ τὰ νῦν συλλογιζόμενος, ἐθαύμασα πῶς ἡ συνείδησις καὶ ἡ διάκρισις καὶ τὸ γῆρας οὐκ ἐλέγχει σε, ἵνα κατὰ νοῦν ἐνθυμηθῇς τὸν θάνατον καὶ τὴν κρίσιν τοῦ ἀπροσωπολήπτου ἐκείνου κριτοῦ, ἐν ᾖ μέλλομεν πάντες γυμνοὶ καὶ 186 τετραχηλισμένοι παρίστασθαι, καὶ κατὰ τὰς πράξεις καὶ ἔργα αὐτοῦ ἕκαστος τὴν ἀν τάμειψιν λήψεται. Ἔδει γάρ σε ὡς συνετὸν καὶ πρακτικὸν καὶ τὰς Γραφὰς καλῶς εἰ δότα καὶ εἰς πάντα ἐπιτήδειον, ὡς σὺ λέγεις καὶ μεγαλαυχεῖς καὶ ἐπαίρεσαι, ἵνα εἰς αἴσθησιν ἔλθῃς τοσοῦτον καιρὸν τὶ ἂν εἴη τὸ παρ' ἐμοῦ αἰτεῖς, καὶ τὶ τὸ σὸν δίκαιον νομίμως καὶ κανονικῶς κατὰ τάξιν Ῥωμαίων καὶ συνήθειάν ἐστι. Καὶ οὐκ ἀρκέσθης ἕως τοῦ νῦν τοσαῦτα σκάνδαλα καὶ τοσούτους ἐμφυλίους πολέμους καὶ φόνους καὶ αἱματοχυσίας καὶ ἀνδραποδισμοὺς τῶν ὁμοφύλων καὶ Χριστιανῶν ἡμῶν ἀδελφῶν καὶ τοσούτην φθορὰν καὶ κακὸν εἰς πᾶν τὸ ὑπήκοον; Ἔασον, ἔασον διὰ τοὺς οἰκτιρμοὺς τοῦ παναγάθου Θεοῦ, ἵνα ἄνεσιν λάβωσι καὶ ἀνάπαυσιν μικρὰν τῶν κακῶν καὶ ὀδυνῶν οἱ ταπεινοὶ καὶ ἐλεεινοὶ καὶ δυστυχεῖς Χριστιανοί. Ἐν μὲν Ἀσίᾳ, ὡς οἶδας, τὸ μέ-γιστον κακὸν καὶ θηρίον, ἡ τοῦ Ὀτθμάνου γονὴ τοὺς πάντας διέφθειρε καὶ ἀπώλεσε καὶ ἠφάνισε· τοὺς δὲ φυγόντας ἐκ τῶν ἐκεῖθεν χειμώνων καὶ συμφορῶν καὶ ἄμφω τοὺς ἐναπομείναντας ἐνταῦθα καὶ ἀναψυχὴν ἀφήσωμεν ἵνα λάβωσι. Καὶ ἐὰν περὶ τὰ ἔθνη τὰ μὴ νόμον ἔχοντα ὁ θεῖος ∆αβὶδ παρακαλῶν φησίν, ἵνα διασκορπισθῶσι τὰ τοὺς πολέ μους θέλοντα, πόσον μᾶλλον κρῖμα ἕξομεν ἡμεῖς, οὓς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν δι' ἄφατον ἔλεος αὐτοῦ τῷ οἰκείῳ αἵματι ἐξηγόρασε καὶ νόμον καὶ ἐντολὰς ἐχαρίσατο ἡ μῖν, τήν τε εἰρήνην καὶ ἀγάπην ἐνομοθέτησε σημεῖον πρῶτον καὶ κεφάλαιον τοῖς αὑ τοῦ μαθηταῖς "3θέλω εἶναι"3 ἔφησεν. Οἶδας γὰρ καλῶς καὶ τοῦτο, καὶ τοῖς πᾶσι φανερόν ἐστι, ὡς ὁ ἐμὸς ἀείμνηστος πατὴρ καὶ βασιλεὺς ἐκ μικροῦ ὄντα σε εἰς μέγα ἀξίωμα καὶ ὀφφίκιον ἀνεβίβασε καὶ ἕως καὶ βασιλείας ὄνομα ἐν τῷ θανάτῳ αὑτοῦ ἠξίωσέ σε. Ἐν θυμήθητι καλῶς τὴν ἀγάπην καὶ τὴν διάθεσιν πνευματικήν, ἣν εἶχε πρὸς σέ. Καὶ ἐμὲ τὸν ταλαίπωρον καὶ δυστυχῆ εἰς χεῖρας σου ἐπαρέδωκε, καὶ τὴν συγγένειαν προστά ξας, ὥστε καὶ ἐν ὑστέραις ὥραις τῆς ζωῆς αὐτοῦ ἀνὰ ἡμῶν καὶ ὑμῶν γενέσθαι ὥρισε, καὶ τὴν πᾶσαν ἐξουσίαν τοῦ διοικεῖν καὶ ποιμαίνειν καὶ ἐμὲ καὶ τὴν βασιλείαν Ῥω μαίων εἰς χεῖρας σου ἐνεμπίστευσε. Σὺ μὲν οὐχ ὡς ποιμὴν ἀληθινὸς εἰς ἅπαντα ἐποίη σας καὶ οὐ παύεσαι ποιεῖν, ἀλλ' ὡς ἄντικρυς λύκος καὶ λῃστὴς καὶ κλέπτης, καὶ κα τὰ πᾶσαν ἀνάγκην, εἰ δυνατόν, θέλεις καὶ βούλεσαι, ἵνα ἐμὲ τὸν κληρονόμον τῆς ἀρχῆς καὶ διάδοχον καὶ τεσσάρων βασιλέων ἀπόγονον τῆς βασιλείας γυμνώσης καὶ ἰδιωτεύ σῃς καὶ σὲ τὸν ἰδιώτην ὄντα βασιλέα ποιήσῃς. Ἐγὼ δὲ τῇ ἀμάχῳ δυνάμει τὴν ἀδι κίαν, ἣν ἐποίησας εἰς ἐμὲ καὶ ποιεῖς, καὶ τὸν τὰ πάντα τὰ σκάνδαλα ποιοῦντα καὶ ἀρχὴν τούτων ὄντα ἀνατίθημι καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου γενήσεται.
Πῶς ὁ Καντακουζηνὸς ἔλαβε τὴν ἐπιστολήν;
XI. Λαβὼν δὲ τὴν ἐπιστολὴν ὁ Καντακουζηνὸς καὶ τὰ γεγραμμένα ἰδών, τὴν
συ νείδησιν οὐκ ἐκάμφθη καὶ τὴν καρδίαν οὐ ἐμαλάχθη, ἀλλὰ τὴν παρασκευὴν καὶ τὸ ἔργον τοῦ πολέμου πάντοτε ἡτοίμαζεν ἐλπίζων ἵνα καὶ βοήθειαν ἕξῃ παρὰ τοῦ