14
Θεόν. ∆ιὸ καὶ ὁ μακάριος Στέφανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ὁρᾷς ὡς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ ἑορτὴ ἡ Ἰουδαϊκή; Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη. Τότε, φησὶν, Ὁ Ἰησοῦς,ἐσθιόντων αὐτῶν καὶ πινόντων, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων αὐτοῦ χειρῶν, εὐχαριστήσας καὶ κλάσας εἶπε τοῖς ἑαυτοῦ μαθηταῖς· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. Καὶ τὸ ποτήριον πάλιν λαβὼν, ἐδίδου αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν καὶ Ἰούδας τοῦτο λέγοντος τοῦ Κυρίου. Τοῦτό ἐστι τὸ αἷμα, ὦ Ἰούδα, ὅπερ ἐπώλησας τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ πόση ἡ τοῦ Χριστοῦ φιλανθρωπία! ὢ τῆς τοῦ Ἰούδα ἀγνωμοσύνης! ὁ ∆εσπότης ἔτρεφε, καὶ ὁ δοῦλος ἐπίπρασκεν· ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν λαβὼν τριάκοντα ἀργύρια, ὁ δὲ Χριστὸς λυτρὸν ὑπὲρ ἡμῶν τὸ ἴδιον αἷμα ἐξέχεε, καὶ τῷ πεπρακότι δέδωκεν, εἴπερ ἠθέλησε. Καὶ γὰρ παρῆν καὶ Ἰούδας πρὸ τῆς προδοσίας, καὶ τῆς ἱερᾶς τραπέζης μετέσχε, καὶ τοῦ μυστικοῦ δείπνου ἀπήλαυσεν. Ὥσπερ γὰρ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν, οὕτω καὶ τῆς ἱερᾶς τραπέζης μετέσχεν Ἰούδας, ἵνα μηδεμίαν ἔχῃ ἀπολογίαν, ἀλλὰ κρῖμα λήψηται. Ἐπέμενε γὰρ τῇ πονηρᾷ γνώμῃ, καὶ ἐξελθὼν ἀντὶ φιλήματος προδοσίαν εἰργάσατο, μὴ μνησθεὶς τῶν εὐεργεσιῶν αὐτοῦ, καὶ μετὰ τὴν προδοσίαν ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Ὢ τύφλωσις! τοῦ δείπνου μετέσχες, καὶ τὸν εὐεργέτην παρέδωκας; Καὶ ὁ μὲν Κύριος ἑκὼν τὸ γεγραμμένον ἐπλήρου· Οὐαὶ δὲ δι' οὗ τὸ σκάνδαλον ἦλθεν. ʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ καὶ φοβερᾷ τραπέζῃ προσιέναι. Πάντες τοίνυν μετὰ καθαροῦ συνειδότος προσέλθωμεν· μηδεὶς ἔστω Ἰούδας ἐνταῦθα δολιευόμενος τοὺς πλησίον αὐτοῦ, μηδεὶς πονηρὸς, μηδεὶς ἰὸν ἔχων ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Πάρεστι καὶ νῦν ὁ Χριστὸς τὴν τράπεζαν κοσμῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα τοῦ Χριστοῦ. Σχῆμα πληρῶν μόνον ἕστηκεν ὁ ἱερεὺς, καὶ δέησιν προσφέρει· ἡ δὲ χάρις καὶ ἡ δύναμίς ἐστιν ἡ τοῦ Θεοῦ ἡ πάντα ἐργαζομένη. Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα τὰ προκείμενα μεταῤῥυθμίζει. Καὶ καθάπερ ἐκείνη ἡ φωνὴ, ἡ λέγουσα, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ῥῆμα ἦν, καὶ ἐγένετο ἔργον, ἐνδυναμοῦσα τὴν ἀνθρωπίνην φύσιν πρὸς παιδοποιίαν· 49.390 οὕτω καὶ αὕτη ἡ φωνὴ, ἡ λέγουσα, διαπαντὸς αὔξει τῇ χάριτι τοὺς ἀξίως μετέχοντας. Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρὸς, μηδεὶς ἅρπαξ, μηδεὶς λοίδορος, μηδεὶς μισάδελφος, μηδεὶς φιλάργυρος, μηδεὶς μέθυσος, μηδεὶς πλεονέκτης, μηδεὶς ἀρσενοκοίτης, μηδεὶς φθονερὸς, μηδεὶς πορνείᾳ δουλευέτω, μηδεὶς κλέπτης, μηδεὶς ἐπίβουλος, ἵνα μὴ κρῖμα ἑαυτῷ λήψηται. Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετέσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλλουσι. Ταῦτα λέγω οὐχ ἵνα φοβήσω μόνον, ἀλλ' ἵνα καὶ ἀσφαλεστέρους ποιήσω. Καθάπερ γὰρ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον· οὕτω καὶ ἡ πνευματικὴ τροφὴ, ὅταν ἀναξίως μετέχηται, πλέον κρῖμα ἑαυτῷ σωρεύει. Μηδεὶς τοίνυν πονηροὺς ἔνδον ἐχέτω λογισμοὺς, παρακαλῶ, ἀλλ' ἐκκαθάρωμεν ἡμῖν τὴν καρδίαν· καὶ γὰρ ναοὶ Θεοῦ ἐσμεν, ἐὰν καθαρεύωμεν. Ἁγνὴν ἡμῶν ποιήσωμεν τὴν ψυχήν· καὶ γὰρ δυνατόν ἐστι τοῦτο ποιῆσαι ἐν μιᾷ ἡμέρᾳ. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀφέσεως ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Ἀλλ' ἐννόησον τίνος ἕνεκεν ἐσφάγη. Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ