1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

14

περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολικώτερον. Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους· μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος· εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Καθολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτερόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄνθρωπος. Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία, ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια τῶν εἰδῶν, ὧν ἐστιν ἴδια, ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ ἀντικατηγορούμενα λέγονται. 16 Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας. Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ ἔμψυχος καὶ αἰσθητικός. Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώπου ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν. Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ' ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον τὸ ζῷον ὡς καθ' ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ ζῷόν ἐστι. 17 Περὶ ὑποκειμένου. Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολικώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ' ὑποκειμένου, τὸ δὲ μερικώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν. 18 Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας. Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστιν ἡ τὸ τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα καὶ ἡ τῶν εἰδῶν δὲ κατὰ τῶν ἀτόμων αὐτῶν· ἐρωτώμενοι γὰρ «τί ἐστιν ἄνθρωπος» λέγομεν «ζῷον» καὶ ἐρωτώμενοι «τί ἐστι Πέτρος» λέγομεν «ἄνθρωπος». Ἡ δὲ ἐν τῷ ποῖόν τί ἐστι κατηγορία ἐστὶν ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν συμβεβηκότων κατὰ τῶν ἀτόμων, οἷς ἐνυπάρχουσι, τουτέστιν ἡ τὸ ποῖόν τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα· ἐρωτώμενοι γὰρ «ὁ ποῖον ζῷον ὁ ἄνθρωπος» φαμὲν «λογικὸν θνητόν». Τὸ δὲ λογικὸν καὶ τὸ θνητὸν διαφοραί εἰσιν οὐσιώδεις. Πάλιν ἐρωτώμενοι «ὁποῖος ἄνθρωπός ἐστιν ὁ Πέτρος» φαμὲν «μακρὸς τυχὸν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός». Τὸ δὲ διὰ τί ἐστι σημαίνει τὸ τέλος ἤγουν τὴν αἰτίαν, δι' ἣν τὸ ζητούμενον γέγονεν· ἐρωτώμενοι γὰρ «διὰ τί κλίνη» φαμὲν «διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν». 19