14
πρέπουσα σκέπη, ἢ ἡ ἄνωθεν κατ᾽ αὐτὸν τοῦ νέου ἀνθρώπου διὰ τοῦ Πνεύματος ὑφασμένη χάρις. Ἡ ἔξω δὲ περιβολὴ ὁ αἰσθητός ἐστι κόσμος, στοιχείοις τέσσαρσι διαιρούμενος, ὃν ὡς τέσσαρα ἱμάτια μερίζονται οἱ νοητῶς ἐν 14Β_068 ἡμῖν σταυροῦντες τὸν Κύριον. Μερίζονται τοίνυν οἱ δαίμονες τὴν φαινομένην κτίσιν τῶν τεσσάρων στοιχείων, πρὸς πάθος ὁρᾶν κατ᾽ αἴσθησιν ἡμᾶς παρασκευάζοντες τοὺς ἐν αὐτῇ θείους ἀγνοήσαντας λόγους. Τὸν δὲ χιτῶνα τῶν ἀρετῶν κἂν ἐπαίρουσιν ἐξ ἡμῶν διὰ τῆς τῶν καλῶν ἀπραξίας, ἀλλὰ τὴν ἀρετὴν κακίαν εἶναι πεῖσαι οὐ δύνανται.
Μὴ τοίνυν πλεονεξίας ἀφορμὴν ποιήσωμεν τὰ πέντε τοῦ Σωτῆρος ἱμάτια, ἀλλὰ γνῶμεν τί τῆς Γραφῆς ὑπάρχει τὸ βούλημα, καὶ πῶς ἐν ἡμῖν ἀμελοῦσι τῶν καλῶν ὁ Κύριος σταυροῦται καὶ γυμνοῦται διὰ τῆς ἡμῶν ἐν τοῖς καλοῖς ἀργίας, καὶ πρὸς ὑπηρεσίαν παθῶν δι᾽ ἡμῶν, ὥσπερ ἱμάτια, μερίζονται τὴν αὐτοῦ κτίσιν οἱ δαίμονες· καὶ ἀσφαλεῖς γενώμεθα φύλακες τῶν ἐκ Θεοῦ χαρισθέντων ἡμῖν ἀγαθῶν· καὶ τὴν κτίσιν καλῶς πρὸς μόνην τὴν αὐτοῦ θεασώμεθα δόξαν· καὶ τὸν χιτῶνα τοῦ λόγου τῆς γνώσεως, φημὶ δὲ τὰς ἀρετάς, διὰ τῆς σπουδῆς τῶν ἀγαθῶν ἔργων ἀναφαίρετον τηρήσωμεν.
Εἰ δὲ βούλεσθε, πρὸς τοῖς εἰρημένοις, χιτῶνα μὲν νοεῖν ἄνωθεν ὑφαντὸν τὸν τῶν ἀσωμάτων καὶ νοητῶν οὐσιῶν κόσμον, τὴν ἔξω δὲ περιβολήν, ἣν εἰς τέσσαρα μέρη ὡς στοιχεῖα διεῖλεν ὁ λόγος, εἰς τὴν σωματικὴν φύσιν νοεῖν, οὐχ ἁμαρτήσεσθε τῆς ἀληθείας· ὧν τὸ μὲν σῶμα τῇ φθορᾷ διέλυσαν, ἰσχὺν λαβόντες καθ᾽ ἡμῶν τοῦ νόμου τῆς ἐντολῆς τὴν παράβασιν, τὴν δὲ ψυχήν, ὡς τῆς ἄνωθεν συγγενείας ὑπάρχουσαν, οὐ κατέσχισαν.
Ε (5). ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΡΑΘΕΙΣΗΣ ΓΗΣ ΕΝ ΤΟΙΣ ΕΡΓΟΙΣ ΤΟΥ Α∆ΑΜ. 5. ΕΡΩΤΗΣΙΣ Ε' Τίς ἡ καταρωμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδὰμ κατὰ τὴν ἀναγωγήν; Καὶ τί τὸ
ἐν λύπαις αὐτὴν φαγεῖν; Καὶ τί τὸ μετὰ τὸ ἀνατεῖλαι ἀκάνθας καὶ τριβόλους τὸν χόρτον ἐσθίειν; Καὶ τί τὸ τελευταῖον ἐν ἱδρῶτι τοῦ προσώπου αὐτοῦ τὸν ἄρτον φαγεῖν; Καὶ μέντοι οὐδέποτε ὤφθη ἄνθρωπος 14Β_070 γῆν ἐσθίων οὔτε χόρτον· οὐδὲ οἱ τὸν ἄρτον ἐσθίοντες κατὰ τὴν ἀπόφασιν τῆς ἱστορίας ἐν ἱδρῶτι τοῦ προσώπου ἐσθίουσιν.
Ἀπόκρισις. Ἡ κατηραμένη γῆ ἐν τοῖς ἔργοις τοῦ Ἀδάμ ἐστιν ἡ σὰρξ τοῦ Ἀδάμ, ἀεὶ
γινομένη διὰ τῶν ἔργων τοῦ Ἀδάμ, λέγω δὲ τῶν παθῶν τοῦ γεωθέντος νοῦ, κατηραμένη τῇ τῶν ἀρετῶν, ὡς ἔργων Θεοῦ, ἀκαρπίᾳ· ἣν μετ᾽ ὀδύνης πολλῆς καὶ λύπης ἐσθίει τῆς κατ᾽ αὐτὴν μικρᾶς ἡδονῆς ἀπολαύων. Ἥτις σὰρξ ὑπὲρ ταύτης τῆς φθαρτῆς ἀπολαύσεως ἀνατέλλει αὐτῷ μερίμνας καὶ φροντίδας, καθάπερ ἀκάνθας, καὶ μεγάλους πειρασμοὺς καὶ κινδύνους, ὥσπερ τριβόλους, κατά τε λόγον καὶ θυμὸν καὶ ἐπιθυμίαν ἀλγεινῶς αὐτὸν πανταχόθεν κατακεντοῦντας, ἵνα μόλις δυνηθῇ τὴν ταύτης ὑγείαν τε καὶ εὐεξίαν, ὡς χόρτον μαραινόμενον, περιποιήσασθαι καὶ φαγεῖν, τουτέστι τυχεῖν, καὶ τότε μετὰ πολλὴν τῶν δεινῶν ἐπανακύκλησιν ἐν ἱδρῶτι τοῦ προσώπου, τουτέστιν ἐν τῷ κατ᾽ αἴσθησιν καμάτῳ τε καὶ κόπῳ τῆς περιέργου κατασκοπῆς τῶν αἰσθητῶν, ὥσπερ ἄρτον, τὴν πρὸς σύστασιν ἔχειν τῆς παρούσης ζωῆς ἀφορμήν, ἢ διὰ τέχνης ἢ δι᾽ ἄλλης τινὸς περινενοημένης τῷ βίῳ μεθοδίας.
Ἢ μᾶλλον γῆ τοῦ Ἀδάμ ἐστιν ἡ καρδία, κατάραν λαβοῦσα διὰ τῆς παραβάσεως τὴν τῶν οὐρανίων ἀγαθῶν ἀφαίρεσιν. Ἥντινα γῆν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν διὰ πολλῶν θλίψεων ἐσθίει, καθαρθεῖσαν τῆς κατὰ συνείδησιν τῆς κατάρας τῶν ἔργων τῆς αἰσχύνης. Καὶ πάλιν τοὺς ἀνατέλλοντας ἐν αὐτῇ δίκην