1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

14

ξυναπόλλυται. ἐβούλοντο οὖν με «ἐν χερσὶν ἑλεῖν» καὶ κύκλῳ λόγων περιλαβεῖν, εἶθ' οὕτως αὐτὸ τῆς πληγῆς τὸ κέντρον ἐκφῆναι, ὅθεν μοι καὶ ἐπιστολὴν προὔπεμψαν τὴν πρὸς αὐτοὺς ἐπὶ μήκιστον ἀκοινωνησίαν κατονειδίζουσαν καὶ τὴν περὶ τοὺς λόγους ἀμέλειαν ἐπισκώπτουσαν καί, ὡς οὐχ ὡς ἀρχόμενος λήγω-ἀλλ' ὀξέως ἐκθορόντι τῆς ἀφετηρίας ἐπιλείπει ταχὺ τοῦ δρόμου τὸ πνεῦμα -, προσέθεσάν τι καὶ τῶν περὶ τῆς ἀδελφῆς εἰωθότων, οἷς ἐγὼ πολλάκις τεθηραμένος ἐτύγχανον. τούτοις οὖν με πρὸς αὐτοὺς ἀναστρέφουσι. κἀκεῖνοι μὲν ᾤοντο διαλαθεῖν τὸ μηχάνημα, ἐγὼ δ' ἑτέρωθεν ἐκπολιορκηθεὶς ἑάλωκα καὶ πρὸ τῆς καλῆς ἀπάτης κατήνεγκεν ἡ ἀλήθεια. τὸ δ' ὅπως ὁ λόγος ἐρεῖ. Ἔτυχον μὲν οὖν ἤδη τὸ τεῖχος εἰσεληλυθὼς καὶ κατ' ἐκεῖνο τὸ μέρος γενόμενος ἔνθα τὸ σῶμα τῆς ἀδελφῆς τέθαπτο· ἑβδομαία δὲ παρὰ τὰς ταφὰς οὖσα ἐτύγχανε καὶ πολλοὶ τῶν ἐκ τοῦ γένους παρῆσαν τήν τε κειμένην πενθήσοντες καὶ τὴν μητέρα παρηγορήσοντες. αὐτοῦ γοῦν τῶν συγγενῶν τινι ἐντυχών, «ἀνδρὶ» ἁπλοικῷ «καὶ γενναίῳ» μήτε τὴν ἀπάτην εἰδότι μήθ' ὅτι πρὸς τῶν γεννησαμένων θηραθεὶς ἕλκομαι, περί τε τοῦ πατρὸς ἐπυθόμην καὶ τῶν ἄλλως ἐμοὶ προσηκόντων. ὁ δέ, μηδέν τι συμπλέξας ἢ ἐπηλυγάσας τοῦ ἀληθοῦς· «ὁ μὲν πατὴρ τοὺς ἐπικηδείους-φησί-θρήνους τῇ θυγατρὶ ἀποδίδωσιν, ἡ δὲ μήτηρ ἐπ' αὐτῷ καὶ δὴ πάρεστιν ἀπαρακλήτως, ὡς οἶσθα, περὶ τὴν συμφορὰν ἔχουσα». ὁ μὲν οὖν ταῦτ' εἶπεν, ἐγὼ δὲ οὐκ οἶδ' ὅπερ ἐπεπόνθειν· ὥσπερ γὰρ πυρὶ θείῳ διακαείς, αὖος ἐγεγόνειν καὶ ἄναυδος. κατωλίσθησα γοῦν καὶ τῆς περὶ τὸν ἵππον ἕδρας καὶ ἡ περὶ ἐμὲ φήμη τὰς τῶν γονέων κατείληφεν ἀκοάς. Θρῆνος οὖν ἄλλος ἐγήγερτο καὶ κλαυθμὸς ἐπ' ἐμοὶ πολὺ τοῦ προτέρου σφοδρότερος· ἐπὶ γὰρ ἡμμένῳ πυρὶ καὶ βραχύ τι ὑποβληθὲν ἔκκαυμα ἐγείρει τὴν φλόγα καὶ «ἀναρριπίζει τὸ πνεῦμα» καὶ διπλασιάζει τῆς πυρκαϊᾶς τὴν ὑπερβολήν. ὡς γὰρ ᾔσθοντο καθαπερεὶ μεμηνότες ἔθεον ἐπ' ἐμέ, καὶ τότε πρῶτον ἡ μήτηρ τὴν ὥραν ἐδημοσίευσεν, ἀρρένων καταφρονήσασα ὄψεως. κατενεχθέντες γοῦν ἐπ' ἐμοὶ κειμένῳ καὶ ἄλλος ἀλλαχόθεν μεταλαβόντες, τοῖς ἑαυτῶν θρήνοις ἀνεκαλέσαντο· εἶτα δῆτα καὶ ἡμιθνῆτα περιαγαγόντες τῷ τῆς ἀδελφῆς τάφῳ ἀποδιδόασιν. ἀλλ' ὤ, πῶς ἐφέξω καὶ νῦν τὸ δάκρυον διηγούμενος, πῶς δὲ καὶ ἐξυφᾶναι τὸν λόγον δυνήσομαι, ἀχλύϊ καταληφθεὶς τὴν ψυχήν; λέξω οὖν, ὡς ἂν οἶός τε ὦ, κρείττοσι λογισμοῖς ἀναρρωννὺς ἐμαυτόν. ὡς γοῦν τοὺς ὀφθαλμοὺς ἀνοίξας τὸν τύμβον ἐθεασάμην τῆς ἀδελφῆς καὶ ἐπεγνώκειν τὸ πάθος καὶ ξυνείλοχα τὸ φρονοῦν, ἀθρόον κατενεχθεὶς ὥσπερ «ἐπιτυμβίους χοὰς» τοὺς τῶν δακρύων ὀχετοὺς τῇ κειμένῃ κατέσπενδον, «ὦ γλυκεῖά μοι-λέγων- οὐκ ἀδελφὴ μόνον ἀλλὰ καὶ εἴ τι ἕτερον ὄνομα συγγενέστερον ἢ συμπαθέστερον. ὦ κάλλος ἀμήχανον, φύσις ἀσύγκριτος, ἀρετὴ ἀπαράμιλλος, «ἔμψυχον ἄγαλμα», κέντρον πειθοῦς, «λόγων σειρήν, χάρις» ἀνίκητος, ὦ πάντα ἐμοὶ καὶ πλέον ἢ ψυχή. ἀλλὰ πῶς ἀπῆλθες ἀφεῖσα τὸν ἀδελφόν, πῶς δὲ ἀπερράγης τοῦ συμφυοῦς, πῶς δὲ καὶ τὴν μοναυλίαν μέχρι πολλοῦ καρτερεῖς; ὤ, ποῖός σε σταθμὸς ὑπεδέξατο, ποία ἀναπαύει λαχοῦσα καταγωγή, τίνες λειμῶνες, τίνες χάριτες; ποῖός σε καταθέλγει παράδεισος; τί δ' ἐστὶν ἐκεῖνο τὸ κάλλος ὃ τῆς ἐμῆς ὁμιλίας καὶ θέας προκέκρικας; ποῖόν σε ἄνθος ἀνθέλκει, τίνες ῥοδωνιαί, ποῖον βλύζον ὑδάτιον; τίνες ἀηδόνες, ποῖοι τέττιγες ἡδεῖαν ἱέντες φωνήν; τὸ δέ σοι κάλλος τοῦ σώματος πότερον ἡ φύσις παραλαβοῦσα παραφυλάττει καὶ ταμιεύει, ἢ ὁ χοῦς ἐξανάλωσε καὶ ἀπέσβη σοι τῶν ὀφθαλμῶν ὁ λαμπτὴρ καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος ἠφάνισται καὶ διαλέλυται ἡ συνθήκη καὶ ἡ σύγκρισις ἀναλέλυται, ἢ ἔτι σου μένει τὸ κάλλος ἐν θησαυρῷ τῷ τάφῳ τηρούμενον; ἢν μὲν οὖν τὸ ἀπελθὸν ἀπὸ σοῦ πνεῦμα ὅλον ἐπέστραπται πρὸς Θεὸν καὶ οὐδαμοῦ σοι τῶν ἐνταῦθα λόγος οὐδὲ ἀνάμνησις, ἔχου τῆς ἐνταῦθα θεωρίας καὶ τῆς ἐλλάμψεως. οὐ μέμφομαί σοι τὸ ἀκοινώνητον, οὐκ