τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἣ καὶ προσάγει ἡμᾶς αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵν' ὡς καθ' ὁμοιότητα ἀδελφὸς ἡμῖν γεγονὼς ὁ Υἱὸς αὐ τοῦ Ἰησοῦς Χριστὸς, οὕτως καὶ ἡμεῖς πράξει καὶ λόγῳ πολιτευώμεθα· ἔστι δὲ μήτηρ ἡμῶν καὶ ἡ Ἐκκλησία, ἣν τῷ Πνεύματι τῷ ἁγίῳ ἑαυτῷ ὁ Θεὸς καὶ Πατὴρ ἡρμόσατο εἰς γυναῖκα· τίκτει γὰρ ἀεὶ δι' αὐτῆς ἑαυ τῷ υἱοὺς καὶ θυγατέρας· καὶ ἐπὶ μὲν τοῖς πεπαιδευ μένοις τὴν τοῦ Θεοῦ γνῶσιν καὶ σοφίαν, εὐφραίνεται καὶ ὁ Πατὴρ ἡμῶν Θεὸς, καὶ ἡ μήτηρ ἡ Ἐκκλησία· ἐπὶ δὲ τοῖς ἀπαιδεύτοις, πάνυ μὲν κήδεται καὶ λυπεῖ ται, ὡς μὴ θελόντων ἡμῶν ἐπιστρέψαι καὶ σωθῆναι, ἀλλὰ τῇ κακίᾳ προσμένειν. Πρόσωπον ἐνταῦθα τὴν θεωρίαν φησί· θεωρία γὰρ νοημάτων συνετοῦ ἀνδρὸς, σοφία καὶ γνῶσις καὶ δι καιοσύνη· οἱ δὲ νοεροὶ ὀφθαλμοὶ τοῦ ἄφρονος, καὶ ἐν σώματι ἐν ἄκρᾳ κακίας καὶ πονηρίας. Ὀργὴ τῷ ἄφρονι υἱῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπέμπεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τῇ δὲ Ἐκκλη σίᾳ τῇ γεννησαμένῃ τῷ Πνεύματι, καὶ τῇ τῶν ἁγίων χορείᾳ, ὀδύνη τότε πάντως ἔσται ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἄφρονος υἱοῦ· καὶ ὅτι ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων μόνην τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσα· ἡ δὲ τεκοῦσα, οὐ πάντως ἔσται καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μὲν ἔστι, μήτηρ δὲ οὐκ ἔστι· διότι μηδὲ τοῦ τῆς υἱοθεσίας μετέσχηκε Πνεύματος τὸ τεχθέν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν· οὐκέτι δὲ μητέρα τοῦ παιδὸς ἀποθανόντος. Πλημμελεῖ τις, τοῦ δικαίου τὸ δίκαιον ἀφαιρῶν, ἢ διαστρέφων αὐτοῦ πρὸς ἀδικίαν τοὺς μαθητὰς, ἁμαρτάνει· κτῆσιν γὰρ αὐτοὺς ἔχων, ἐζημίωται· οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ' ἡμᾶς· δυνάστας δὲ λέγει τοὺς ἐν Χριστῷ βασιλεύοντας. Ὁ ἀγόμενος τῇ τῶν δαιμόνων ἀφροσύνῃ, οὐ χρείαν ἔχει σοφίας Θεοῦ ἢ γνώσεως· διότι ἠγάπησε μᾶλλον 17.204 τὸ σκότος ἢ τὸ φῶς· κἂν ἀφροσύνῃ χαίρει, οἴεται μὴ χρείαν ἔχειν σοφίας. Ὥσπερ τὸ ὕδωρ ζωογονεῖ τὰ φυτὰ, οὕτως ταῖς ἀρεταῖς ἀνδρὸς ἐστομωμένου λόγος ἀναψύχει, καὶ πρὸς Θεὸν πτεροῖ τοὺς ἐθέλοντας σοφισθῆναι· ποταμὸν δὲ ἀναπηδῶντά φησι, τὴν ἀνεκδιήγητον τῶν χαρίτων σο φίαν τοῦ παναγίου Πνεύματος, τὴν ἀείῤῥυτον σοφίαν τῆς τρισσοφαοῦς ἑνιαίας Θεότητος. Ὁ τὴν ὑπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχό μενος, καὶ κατ' αὐτὴν ἐνεργῶν θεωρίᾳ καὶ λόγῳ, οὗ τος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς· τὸ δίκαιον δὲ ἐν κρίσει, ἐν λόγῳ τε σωμάτων, οὐ καλὸν ἐκκλῖναι ὅσιον. Ἡ θρασύτης, ἀπὸ τοῦ πράου χωρίζουσα τὴν ψυχὴν, τῷ θανάτῳ δίδωσιν. Ὀκνηροὺς εἰς μετάνοιαν καταβαλεῖ οὐ φόβος Θεοῦ, ἀλλ' ὁ τῶν δαιμόνων· διεγείρουσι γὰρ αὐτοὺς εἰς ἀπόγνωσιν· ἢ ὁ τοῦ Κυρίου [φόβος], χωρίζων αὐτοὺς τοῦ ὀκνηροῦ, καὶ διεγείρων αὐτοὺς ἐκ τῆς κακίας δι' ἔργων ἀγαθῶν εἰς μετάνοιαν· ἀνδρόγυνος δέ ἐστι ψυχὴν καὶ σῶμα, ὁ ἐκκεχυμένος, ὁ μαλακὸς, ὁ μήτε διδάσκειν δυνάμενος ἑαυτὸν, μήτε μανθάνειν παρ' ἑτέ ρων βουλόμενος· ἢ τοὺς ὀκνοῦντας πρὸς ἀρετὴν ὁ τῶν κακῶν φόβος προκαταβάλλει, τὸ παραθαῤῥῦνον πρὸς τὸ μέλλον οὐκ ἔχοντας· ἀνὴρ δὲ τὴν προαίρεσιν θῆλυς, οὐχ ἕξει τὴν τρέφουσαν ἀρετήν· πεινάσουσι δὲ, ὅτε ἐξ ἐναντίας ἴδωσι τὴν βασιλείαν, ἐν τῇ βασάνῳ βασανιζόμενοι. Τὸν πλοῦτον τῆς γνώσεως τοῦ Κυρίου, καὶ τὸ ἐνερ γητικὸν τοῦ Λόγου, ἰσχύν φησιν· αὐτὸς γὰρ μόνος γινώσκει τὰ πρῴην, καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλ λοντα· αὐτὸς καὶ ἐνετείλατο εἰπὼν, γενηθήτω φῶς οὐρανὸς, καὶ γῆ, καὶ τὰ ἐν αὐτοῖς, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήχθησαν· αὐτὰ δὲ δείκνυσιν αὐτὸν Κύριον καὶ Θεὸν μόνον εἶναι· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται· ἢ ὅτι ἐκ τῶν κτισμάτων, ἢ τῆς μεγα λοσύνης αὐτῶν, φανερόν ἐστιν ὅτι ὁ Θεὸς παντοδύ ναμος. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ Θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχει ροῦντας· ὁ γὰρ ∆αυΐδ φησι· Τοῦ ἀκοῦσαι μὲν φω νῆς αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι ἄλλοις τὰ θαυμάσιά σου· καὶ ὁ Σολομῶν φησι· Ἃ εἶδον οἱ