̓Αμαλήκ. Καί· ̓Επαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλο γισμοῦ. Καί· Επαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή. Ειποιμι αν ουν οτι αἱ χεῖρες ἡμῶν αἱ πράξεις ἡμῶν εἰσιν, αἱ κατὰ θεοσέβειαν· ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, εχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Θεὸν, καὶ νικῶ μεν τὸν ἐχθρόν. Οταν δὲ ἡμῶν αἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Οταν ουν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπ' ἐμοῦ ὁ ̓Αμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν· οὐκοῦν δεῖ ἐπαίρειν χεῖ ρας πρὸς ναὸν αγιον τοῦ Θεοῦ· ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ. ββ. 637. 23.10 Τίς ἐστιν ουτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος τῶν δυνάμεων. Εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ Σω τῆρος κατηγορηθείη· εἰ γὰρ πάντα δι' αὐ τοῦ γέγονεν, καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ τε προνοητικῶς τῶν δι' αὐτοῦ πάντων γε γενημένων, καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται· αὐτοῦ γοῦν ἐστιν πρόσωπον λέγον ἐν Ζαχαρίᾳ· Ουτως λέγει Κύριος Παντοκρά τωρ· ̓Οπίσω δόξης ἀπέστειλέ με, καὶ γνώσῃ οτι Κύριος Παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Παντοκράτωρ γὰρ ὑπὸ Παντοκράτορος ἀποστελλόμενος ὁ Υἱός ἐστιν, ὑπὸ Πατρὸς πεμπόμενος. ̓Αριδηλότατα δὲ ἐν τῇ ̓Ιωάννου ̓Αποκαλύψει, Παντοκράτωρ ὁ Σωτὴρ λέγε ται. Τάδε γὰρ λέγει Κύριος, ὁ μάρτυς ὁ πισ τὸς καὶ ἀληθινὸς, ὁ ην καὶ ὁ ων καὶ ὁ ἐρχό μενος Κύριος, ὁ Θεὸς ὁ Παντοκράτωρ. ̓Αναμ φισβητήτως ταῦτα περὶ τοῦ Υἱοῦ ειρηται. 24.4 Μνήσθητι τῶν οἰκτιρμῶν σου. Οποιος γάρ πότε, ἐὰν ῃ ὁ ανθρωπος, ἐλέου χρῄζει τοῦ ἀπὸ Θεοῦ. 24.19 Ιδε τοὺς ἐχθρούς μου, οτι ἐπλη θύνθησαν, καὶ μῖσος αδικον ἐμίσησάν με. Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος αδικον μισοῦσιν αὐτούς. 24.21 Ακακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, οτι ὑπέμεινά σε, Κύριε. Λέγοις δ' αν καὶ αλλους ἀκάκους τοὺς ἐστερημένους κακίας, η τοὺς ἁπλωστέρους· εὐθεῖς δὲ, τοὺς τελείους· η ἀκάκους τοὺς ἐξ ἀνθρώπων, εὐθεῖς δὲ ἀγγέλους ὑπὲρ αὐτῶν. 25.4 Οὐκ ἐκάθισα μετὰ συνεδρίου μα ταιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπ ποδρομίας καὶ θέατρα, ετι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων. 25.8 Κύριε, ἠγάπησα εὐπρέπειαν οικου σου, καὶ τόπον σκηνώματος δόξης σου. Τόπος Κυρίου, εἰρήνη ψυχῆς· ἐγεννήθη γὰρ, φησὶ, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. 25.11 ̓Εγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. ̔Ο τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων, ταῦτα λέγει τὰ ῥήματα. 26.6 ̓Εκύκλωσα, καὶ εθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Εἰ ὁ κυκλώσας θύει, θυσία δέ ἐστιν πνεῦ μα συντετριμμένον, ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλον αὐτὴν πεποίηκε, σχῆμα γω νίας μὴ εχουσαν ἐπιδεχόμενον φθορὰν καὶ τὴν ἀφροσύνην αὐτὴν, η, φησὶ Σαλωμὼν, ταῖς γωνίαις παρεδρεύει. Καὶ τὸ κατελθὸν δὲ ἐπὶ τοὺς παῖδας ̓Ιὼβ πῦρ τῶν τεσσάρων ηψατο γωνιῶν τοῦ οικου. Ορα, μὴ πνεῦμα ειχε καὶ πῦρ κατὰ σφάλμα ετερον, τὸ κα τελθὸν ἐπὶ τὰ παιδία. 26.12 Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. ̓Εν καιρῷ συκοφαντίας ταῦτα λεκτέον. 26.13 Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυ ρίου ἐν γῇ τῶν ζώντων. Αὐτὸς μὲν ὁ Θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων. 26.14 ̔Υπόμενον τὸν Κύριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου. Αὐτή ἐστιν ἡ ἀνδρεία καὶ κραταιὰ καρ δία, ἡ μὴ εχουσα λογισμοὺς καὶ δόγματα ψευδῆ. 27.1 Μήποτε παρασιωπήσῃς ἐπ' ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Τοῦ νοῦ λάκκος ἡ αγνοιά ἐστιν, εἰς ην ἐμ πίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ Θεοῦ σοφίας, καὶ μὴ λεγούσης τό· ̓Ιδοὺ πάρειμι. 27.5 Οτι οὐ συνῆκαν εἰς τὰ εργα Κυ ρίου καὶ εἰς τὰ εργα τῶν χειρῶν αὐτοῦ. Οὐδεὶς γὰρ μὴ νοήσας τὰ εργα τοῦ Κυ ρίου, αμεμπτός ἐστιν, περὶ ων λέγει Θεός· ̓Αληθινὰ τὰ εργα αὐτοῦ. Καὶ πάλιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἐναγγέλλει τὸ στερέωμα. Πάνυ γὰρ κατάδηλά ἐστιν, ὡς ἀπ' αὐτῆς τῆς κτί σεως καὶ τῶν δημιουργημάτων ἀναλόγως δύνασθαι τὸν