μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ' ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νε κροὺς, ἀλληγορεῖται μόνον. Θάπτουσι γάρ πως νεκροὶ τοὺς ἑαυτῶν νεκροὺς ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα 17.352 αὐτῶν γενόμενοι. Τέλεον δὲ καταλείπει τὸν νεκρὸν, καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται ὁ πειθόμενος τῷ Ἰη σοῦ· οἶδε γὰρ, ὡς ὁ ἁπτόμενος νεκροῦ μολύνεται. Ἀλλ' ὁ μὲν Λουκᾶς ταῦτα περὶ τῶν εὐδοκιμωτέρων φησίν· ὁ δὲ Μάρκος λέγει, ὅτι παρακαλεσάμενος τοὺς δώδεκα, ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων. Τοῦτο δὲ, ἀνὰ δύο ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι Θεοῦ, ἔοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωσέως καὶ Ἀαρὼν, ἐν τῷ ἐξελ θεῖν τὸν λαὸν ἐκ τῆς Αἰγύπτου. Ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ὁ Θεὸς ἐν χειρὶ Μωσέως καὶ Ἀαρών. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονῆ, οἱ ἀμφότεροι ὁμονοήσαντες κατέστειλαν τὸν λαὸν παρ οξυνόμενον ὑπὸ τῶν δέκα. Καὶ Ἐλδὰδ καὶ Μελδὰδ, ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ὁμονοήσαντες. Ἀλλὰ καὶ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστει λεν εἰς τὰ ἔθνη, καὶ παραδείγματε οἱ τοιοῦτοι ἦσαν τῶν συμφωνούντων δύο ἐπὶ τῆς γῆς. Ἐφαρμόσει δὲ τούτοις καὶ τό· Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ τό· Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα. Τὸ δὲ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμ φαίνει ἐν τῷ καταλόγῳ αὐτῶν ὁ Ματθαῖος, κατὰ συζυγίαν αὐτοὺς τάξας. Ὥσπερ δὲ ὁ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν, οὕτως ὁ Κύριος δύο δύο ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτοὺς, μετ' αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόντων ἐν ἀληθείᾳ καὶ πιστευόντων. ΚΕΦ. Ιʹ. Στίχ. ιʹ. Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχονται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε· Στίχ. ιαʹ. Καὶ τὸν κονιορτὸν, τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομαξόμεθα ὑμῖν Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς δικαίως ἂν εἰς ὑμᾶς ἐπανέλθῃ. Ἁπλούστερον δέ· Βούλετα, τὸ, Ἐκτινάξατε τὸν κονιορτὸν, ἢ ὥστε δεῖξαι, ὅτι οὐδὲν ἔλαβον παρ' αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐ τοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἣν ἐστείλατο δι' αὐτούς. Παρατήρει δὲ, ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας· ἀναλόγως τῇ πλατείᾳ ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπ ώλειαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι δι' αὐτῆς. Στίχ. ληʹ. Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Στίχ. λθʹ. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ, καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Στίχ. μʹ. Ἡ δὲ Μάρθα περιεσπάσατο περὶ πολ λὴν διακονίαν. Ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνη κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλά βηται. Στίχ. μαʹ. Ἀποκριθεὶς δὲ εἶπεν ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία. 17.353 Στίχ. μβʹ. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέ ξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Εἰς μὲν οὖν τὸ, Ἑνός ἐστι χρεία, τὸ Ἀγαπήσεις, χρήσιμον, τὸν πλησίον σου ὡς ἑαυτόν· εἰς δὲ τὸ, Ὀλίγων ἐστὶ χρεία, παραθήσεις τό· Οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται. Ἐκλάβῃ δὲ Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν. Ἢ τὴν μὲν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἢ Μάρθαν μὲν εἰς τοὺς ἐκ περιτομῆς πιστεύσαντας καὶ φυλάττοντας Ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρίαν δὲ τοὺς τούτων ἀπηλλαγμένους, καὶ μόνοις τοῖς Ἰη σοῦ ποσὶ προσκαθεζομένους. ∆ιαφόρως γὰρ ἐπιβάλ λων, εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν, καὶ περὶ πολλὰ εἱλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ, καὶ τοῖς πνευματικοῖς προσανέχουσαν. ΚΕΦ. ΙΑʹ. Στίχ. βʹ. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγια σθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου. Οἶμαι δὲ, ὅτι οὐδεὶς λέγοι τῷ Θεῷ τὸ Πάτερ, μὴ πεπληρωμένος τοῦ τῆς υἱοθεσίας πνεύματος· καὶ Υἱὸς δοξάζων Πατέρα λέγοι ἂν Πάτερ· φυλάξας δὲ τὴν ἐντολὴν, τὴν λέγουσαν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ