πολλὴν ἔχειν παραλλα γήν· οὕτως νοητέον καὶ ἐπὶ τοῦ παρόντος, εἶδος ταυτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ κάλλιον μεταβολῆς. Ἀναγκαῖον γὰρ τὴν ψυχὴν, ἐν τόποις σωματικοῖς ὑπάρχουσαν, κεχρῆ σθαι σώμασι καταλλήλοις τοῖς τόποις. Καὶ ὥσπερ ἐν θαλάσσῃ ζῇν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἔδει παραπλησίαν ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν· οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν, καὶ ἐν τόποις διαφέρουσιν ἔσε σθαι, ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ 12.1096 ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή· ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος, καὶ Μωϋσέως, καὶ Ἠλίου, οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει, παρ' ὃ ἦν. Μὴ πρόσκοπτε τοί νυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταυτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν, ὅτι οὐδὲ νῦν δύναται δύο ἡμε ρῶν εἶναι τὸ πρῶτον ὑποκείμενον. Ἄξιον δὲ ἐπιστῆ σαι καὶ τὸ, ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· «Σπείρεται γὰρ σῶμα ψυχικὸν, ἐγεί ρεται σῶμα πνευματικόν.» Καὶ ἐπιφέρει πᾶσιν ὁ Ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα ἡμᾶς δι δάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς, τοῦ εἴδους σωζο μένου κατὰ τὴν ἀνάστασιν· «Τοῦτο δέ φημι, ἀδελ φοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν.» Ἴσως μὲν γὰρ ἔσται περὶ τοῦ τὸν ἅγιον διακρατού μενον, ὑπὸ τοῦ ἰδιοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι, ἀλλ' ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκὶ, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι. Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν Γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν, καὶ πρῶτον ἐν τῷ Ἰεζεχιήλ. Ἐπὶ τὸ ὅσον ἐφ' οἷς βούλονται οἱ ἁπλούστεροι κατὰ τὰς λέξεις ταύ τας, οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μό νον, καὶ δερμάτων, καὶ νεύρων. Ἅμα δὲ καὶ ὑπο δεικτέον αὐτοῖς, ὅτι συναρπάζονται, ὡς μὴ νενοη κότες τὸ γεγραμμένον. Οὐ γὰρ, εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ, «∆ιεσκορπίσθη πάντα τὰ ὀστᾶ μου.» Καὶ, «Ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου,» φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. Ἐπιφέ ρεται γοῦν τῷ λόγῳ· Ἆρά γε λέγουσιν, «Ξηρὰ γέ γονε τὰ ὀστέα ἡμῶν·» ὅτι «αὐτοὶ λέγουσιν, ὅτι Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν,» θέλοντες ἀνίστασθαι συνα χθέντα; Ἀλλὰ τοῦτο ἀμήχανον. Λέγοιεν δ' ἂν, ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν, ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀποβεβληκότες. Ἐπιφέ ρουσι γοῦν τὸ, «Ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν· διαπε φωνήκαμεν.» Οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώματος, καὶ τῆς οἱονεὶ νεκρότητος ἣν νενέκρωνται, διὰ τὰ ἁμαρτήματα τοῖς ἐχθροῖς παραδοθέντες. Καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ Σωτῆρος λέγονται εἶναι τάφοι γέμοντες ὀστέων καὶ πάσης ἀκαθαρσίας. Πρέπει δὲ τῷ Θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου, καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ Σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω. Τὸ δὲ, «Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,» πρὸς αὐτοὺς ἀπορητέον, ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ ∆ημιουργὸς κατεσκεύασεν, οὕτω καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. Τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν γέενναν ὄντες κατ' αὐτοὺς φάγονται. Καὶ δεικτέον, ὅτι οὐ πάντα παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμε νον. «Ὀδόντας γοῦν ἁμαρτωλῶν συνέτριψας·» καὶ, «Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος.» 12.1097 Τίς δὲ οὕτως ἠλίθιος, ὡς ὑπολαμβάνειν, ὅτι, τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ Θεὸς, τοὺς ὀδόντας αὐτῶν συντρίβει μόνον; Ὥσπερ οὖν εἴ τις, θέλων ταῦτα οὕτως ἔχειν, θλιβόμενος εἵλκετο ἐπ' ἀλληγο ρίαν, οὕτως ζητητέον τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχού σης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτη μάτων, κατὰ τὸν συγκρουσμὸν τῶν ὀδόντων, ὡς ἐφρόνησε, βρύξει τοὺς ὀδόντας. Τὸ δὲ, «Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ,» τάχα μὲν διδάσκει, ὅτι ἀσώματος ἡ ψυχὴ, τάχα δὲ δηλοῖ καὶ ὅτι χωρὶς