τὸν ἅγιον, λαβὼν ἐπηύξατο αὐτῷ τὸν θεὸν ἱκετεύων. Καὶ μετὰ μίαν ἢ δευτέραν ἡμέραν ὑπολωφήσαντος τοῦ πάθους λέγει αὐτῇ ὁ ἅγιος Μακά ριος· 17.13 "Πόσον θέλεις ἵνα ἐσθίῃ;" Ἡ δὲ ἀπεκρίνατο λέγουσα· "∆εκάλιτρον ἄρτου". Ἐπιτιμήσας οὖν αὐτῇ ὅτι πολύ ἐστιν, ἐν ἑπτὰ ἡμέραις ἐπευξάμενος αὐτῷ μετὰ νηστείας, ἔστησεν αὐτὸν εἰς τρίλιτρον, ὡς ὀφείλοντα καὶ ἐργάζεσθαι· καὶ οὕτως ἀποθεραπεύσας ἀπέδωκεν αὐτὸν τῇ μητρί. Καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν ὁ θεὸς διὰ Μακαρίου. Τούτῳ ἐγὼ οὐ συντετύχηκα· πρὸ ἐνιαυτοῦ γὰρ τῆς εἰσόδου μου τῆς εἰς τὴν ἔρημον ἐκεκοίμητο. 18 .tΠερὶ Μακαρίου τοῦ Ἀλεξανδρέωσ 18.1 Τῷ δὲ ἄλλῳ συντετύχηκα Μακαρίῳ τῷ Ἀλεξαν δρεῖ, πρεσβυτέρῳ ὄντι τῶν λεγομένων Κελλίων. Εἰς ἃ Κελλία παρῴκησα ἐγὼ ἐνναετίαν· ἐν οἷς τὴν τριετίαν τὴν ἐμὴν ἐπέζησε· καὶ τὰ μὲν εἶδον, τὰ δὲ παρ' αὐτοῦ ἀκήκοα, τὰ δὲ καὶ παρ' ἑτέρων μεμάθηκα. Ἡ τοίνυν ἄσκησις αὐτοῦ ἦν αὕτη· εἴ τι ἀκήκοε πώποτε, πάντως τοῦτο κατώρθωσεν. Ἀκούσας γὰρ παρά τινων ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον, ἔκρινεν ἑπταετίαν τὸ διὰ πυρὸς διαβαῖνον μὴ φαγεῖν, καὶ πλὴν λαχάνων ὠμῶν εἴ ποτε παρευρέθη καὶ ὀσπρίων βρεκτῶν οὐδενὸς ἐγεύσατο. 18.2 Κατορθώσας οὖν ταύτην τὴν ἀρετήν, ἤκουσε περί τινος πάλιν ἄλλου ὅτι λίτραν ἐσθίει ἄρτου· καὶ κλάσας ἑαυτοῦ τὸ βουκκελλᾶτον καὶ καταγγίσας εἰς σαΐτας [τὰ κεράμια], ἔκρινε τοσοῦτον ἐσθίειν ὅσον ἂν ἡ χεὶρ ἀνενέγκῃ. Καὶ ὡς διηγεῖτο χαριεντιζόμενος ὅτιπερ "Ἐδρασσόμην μὲν πλειόνων κλασμά των, οὐκ ἠδυνάμην δὲ ὅλα ἐξενεγκεῖν ὑπὸ τοῦ στένου τῆς ὀπῆς· ὡς τελώνης γάρ μοι οὐ συνεχώρει". Ἐπὶ τρία οὖν ἔτη ταύτην ἔσχηκε τὴν ἄσκησιν, τέσσαρας ἢ πέντε οὐγκίας ἄρτου ἐσθίων καὶ τοσοῦτον πίνων ὕδωρ, ξέστην δὲ ἐλαίου τὸν ἐνιαυτόν. 18.3 Ἄλλη αὐτοῦ ἄσκησις· ἔκρινεν ὕπνου περιγενέσθαι, καὶ διηγήσατο ὅτι οὐκ εἰσῆλθεν ὑπὸ στέγην ἐπὶ εἴκοσι ἡμέρας ἵνα νικήσῃ ὕπνον, τοῖς μὲν καύμασι φλεγόμενος, τῇ δὲ νυκτὶ στυφόμενος τῇ ψυχρότητι. Καὶ ὡς ἔλεγεν ὅτι "Εἰ μὴ τάχιον εἰσῆλθον ὑπὸ στέγην καὶ ἐχρησάμην τῷ ὕπνῳ, οὕτω μου ἐξηράνθη ὁ ἐγκέφαλος, ὡς εἰς ἔκστασίν με ἐλάσαι λοι πόν. Καὶ τὸ μὲν ὅσον ἐπ' ἐμοὶ ἐνίκησα· τὸ δὲ ὅσον ἐπὶ τῇ φύσει τὴν χρείαν ἐχούσῃ τοῦ ὕπνου παρεχώρησα". 18.4 Τούτου καθεζομένου πρωῒ ἐν τῷ κελλίῳ κώνωψ στὰς ἐπὶ τοῦ ποδὸς ἐκέντησεν αὐτόν· καὶ ἀλγήσας κατέαξεν αὐτὸν τῇ χειρὶ μετὰ κόρον τοῦ αἵματος. Καταγνοὺς οὖν ἑαυτοῦ ὡς ἐκδικήσαντος ἑαυτόν, κατεδίκασεν ἑαυτὸν εἰς τὸ ἕλος τῆς Σκήτεως, ὅ ἐστιν ἐν τῇ πανερήμῳ, καθίσαι γυμνὸν ἐπὶ μῆνας ἕξ, ἔνθα οἱ κώνωπες καὶ συάγρων δέρματα τιτρώσκου σιν, ὡς σφῆκες ὄντες. Οὕτως οὖν κατετρώθη ὅλος καὶ σπονδύλους ἐξέβαλεν ὡς νομίσαι τινὰς ὅτι ἠλεφαντίασεν. Ἐλθὼν οὖν μετὰ μῆνας ἓξ εἰς τὸ κελλίον αὐτοῦ, ἀπὸ τῆς φωνῆς ἐγνώσθη ὅτι αὐτός ἐστιν ὁ Μακάριος. 18.5 Ἐπεθύμησέ ποτε οὗτος εἰς τὸ κηποτάφιον εἰσελθεῖν Ἰαννῆ καὶ Ἰαμβρῆ, ὡς αὐτὸς ἡμῖν διηγήσατο. Τοῦτο δὲ τὸ κηποτάφιον ἐγένετο παρὰ τῶν τότε μάγων παραδυνα στευόντων τῷ Φαραῴ. Ὡς οὖν κεκτημένοι τὴν δυναστείαν ἐκ μακρῶν τῶν χρόνων, ἐν τετραποδικοῖς λίθοις ἔκτισαν τὸ ἔργον, καὶ τὸ μνῆμα δὲ αὐτῶν ἐκεῖ ἐποίησαν, καὶ χρυσὸν ἀπέθεντο πολύν· ἐφύτευσαν δὲ καὶ δένδρα, ὕπικμος γάρ ἐστιν ὁ τόπος, ἐν οἷς καὶ φρέαρ ὤρυξαν. 18.6 Ἐπεὶ οὖν τὴν ὁδὸν ἠγνόει ὁ ἅγιος, στοχασμῷ δέ τινι ἠκολούθει τοῖς ἄστροις καθάπερ ἐν πελάγει τὴν ἔρημον διοδεύων, λαβὼν καλάμων δέμα κατὰ μίλιον ἓν ἵστα σημειούμενος ἵνα εὕρῃ τὴν ὁδὸν ὑποστρέφων. ∆ιοδεύσας οὖν ἐντὸς ἐννέα ἡμερῶν τῷ τόπῳ ἐπλησίασεν. Ὁ τοίνυν δαίμων ὁ ἀεὶ τοῖς ἀθληταῖς τοῦ Χρι στοῦ ἀντιπράττων, συναγαγὼν ὅλους τοὺς καλάμους, καθεύ δοντος ὡς ἀπὸ σημείου τοῦ κηποταφίου πρὸς τῇ κεφαλῇ αὐτοῦ τέθεικεν. 18.7 Ἀναστὰς οὖν εὗρε τοὺς καλάμους, τάχα καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος εἰς πλείονα αὐτοῦ γυμνα σίαν, ἵνα μὴ καλάμοις ἐπελπίζῃ, ἀλλὰ τῷ στύλῳ τῆς νεφέλης τῷ ὁδηγήσαντι τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ. Ἔλεγεν ὅτι "Ἑβδομήκοντα δαίμονες ἐξῆλθον εἰς συνάντησίν μου ἀπὸ τοῦ κηποταφίου, βοῶντες καὶ πτερυσσόμενοι ὡς