ἐνανθρωπήσαντα, καὶ ἀκοῦσαι φωνὴν θεοῦ ἑνωθέντος σαρκὶ καθ' ὑπόστασιν. 61 Mt 13, 24 52 Βασιλεία τῶν οὐρανῶν καὶ βασιλεία τοῦ θεοῦ λέγεται μὲν ἡ πρώτη τοῦ δεσπότου Χριστοῦ παρουσία καθὼς λέγει· εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία . καὶ πάλιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ· τούτων γὰρ ἑκάτερον τὴν πρώτην ὑπαινίττεται παρουσίαν. λέγεται βασιλεία ἡ ἀνάστασις καθώς φησιν· ἕως ἂν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ . λέγεται βασιλεία καὶ αὐτὸ τὸ κήρυγμα ὡς τῆς βασιλείας πρόξενον καθώς φησιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως καὶ ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ· δι' ἑκατέρας γὰρ παραβολῆς τὸ κήρυγμα ὑπαινίττεται· ὥσπερ γὰρ ὁ τοῦ σινάπεως κόκκος βραχύτατος ὢν ἐν τῷ σπείρεσθαι εἰς δένδρον μέγα ἐξαπλοῦται καὶ ἐκτείνεται, οὕτως καὶ ὁ τοῦ κηρύγματος λόγος βραχύτατος ὢν καὶ ἐν τῇ Ἰουδαίᾳ μόνῃ κατ' ἀρχὰς σπειρόμενός τε καὶ διαφαινόμενος ὕστερον ἐκεῖθεν εἰς πᾶσαν ἐξηπλώθη καὶ διέδραμεν τὴν οἰκουμένην. καὶ ὥσπερ ἡ ζύμη μικρὰ οὖσα ὅλον τὸ φύραμα ζυμοῖ, οὕτω καὶ ἡ τοῦ κηρύγματος χάρις τῷ ἀνθρωπίνῳ φυράματι ἐμβληθεῖσα ὅλον μετέστησεν εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀρτοποιήσασα καὶ συσφίγξασα καὶ ἑνοποιήσασα τὴν διεσπαρμένην ἐν τῇ πλάνῃ καὶ διεσκεδασμένην καὶ διαλελυμένην φύσιν ἡμῶν. οὕτως καὶ τὸ κήρυγμα αὐτὸ λέγεται βασιλεία τῶν οὐρανῶν. λέγεται δὲ βασιλεία τῶν οὐρανῶν καὶ αὕτη ἡ ἀπόλαυσις καὶ ἡ κτῆσις τῶν αἰωνίων ἀγαθῶν καθώς φησιν· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ· κέκρυπται γὰρ αὕτη καὶ ἠσφάλισται ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσι καὶ πόνοις καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι καὶ κόποις καὶ ἐν αὐτοῖς κεκρυμμένη εὑρίσκεται· οὐ γάρ ἐστιν αὐτῆς εὕρεσις ἀταλαίπωρος. καὶ ἐν αὐτοῖς πάλιν κρύπτεται καὶ φυλάττεται· οὐ γάρ ἐστιν εὑρόντα ἀναπεσεῖν καὶ διαμελῆσαι, ἀλλὰ δεῖ πονεῖν καὶ ὑπεραγρυπνεῖν τοῦ εὑρήματος ἕως ἂν αὐτοῦ ἐν τελείᾳ κτήσει καὶ ἀπολαύσει περιφανῶς καὶ διὰ πείρας αὐτῆς, ἀλλὰ μὴ κεκρυμμένως καὶ τῇ ἐπιγνώσει μόνῃ καὶ ταῖς ἀγαθαῖς ἐλπίσιν γενώμεθα. τούτῳ τῷ σημαινομένῳ τῆς βασιλείας καὶ ἡ τοῦ μαργαρίτου παραβολὴ ὑποβάλλεται· ἐμπορίᾳ γὰρ ἔοικεν ὁ βίος ἡμῶν καὶ πάντες τὰ ἐκεῖθεν ζητοῦμεν καὶ πραγματευόμεθα, ἀλλ' οἱ μὲν τοῖς ἔργοις καὶ ἀληθῶς, οἱ δὲ διὰ τῆς γλώττης καὶ ἐπὶ σχήματος. ὁ οὖν ἀληθῶς καὶ ἀπὸ καρδίας ζητῶν οὕτως εὗρεν, τοῦτ' ἔστιν ἐν ἐπιγνώσει καὶ καταλήψει τοῦ θησαυροῦ καὶ τοῦ μαργαρίτου γέγονεν· τοῦτο γὰρ ἐν ἑκατέρᾳ τῶν παραβολῶν σημαίνει τὸ εὑρών, τοῦτ' ἔστιν ἐπιγνούς, κατανοήσας ἀκριβῶς καὶ λίαν ἐπιθυμητικῶς ἔχων περὶ αὐτὸ εὔελπις ὢν τοῦ τυχεῖν· οὐ γὰρ τὸ εὑρὼν ἐνταῦθα σημαίνει τὸ κτησάμενος ἢ κατασχών· οὐ γὰρ ἂν ἐπῆγεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ πάλιν· ἀπελθὼν πάντα ὅσα εἶχεν πέπρακεν καὶ ἑξῆς, ἀλλὰ τὸ εὑρὼν ὥσπερ ἔφαμεν τὸ ἐπιγνοὺς καὶ ἐν ἐπιθυμίᾳ σφόδρα γεγονὼς καὶ εὔελπις ὢν τοῦ τυχεῖν σημαίνει. διὰ τοῦτο καὶ χαίρει καὶ ἀπὸ τῆς χαρᾶς πάντα τὰ ἄλλα πιπράσκει, τοῦτ' ἔστιν ἀποτίθεται καὶ ἀποβάλλεται ἕνεκεν τῆς κτήσεως τῆς βασιλείας τῶν οὐρανῶν. λέγεται βασιλεία καὶ ἡ δευτέρα παρουσία τοῦ Χριστοῦ καὶ τοῦτο πολὺ τὸ σημαινόμενον ἐν τῇ θείᾳ γραφῇ· καθ' ὃ σημαινόμενον καὶ ἐνταῦθά φησιν· ὁμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ τὰ ἑξῆς. σκόπει οὖν καὶ τὴν τάξιν τῶν παραβολῶν. ἡ μὲν πρώτη ἀπὸ τῆς παρουσίας τὸ πρῶτον λαμβάνεται καὶ ἡ δευτέρα ὁμοίως, ἀλλ' ἡ μὲν βίων εἰσάγει διαφορὰς φαύλων καὶ χρηστῶν, ἡ δὲ δογμάτων μᾶλλον ὀρθῶν καὶ αἱρετικῶν. ἡ δὲ τρίτη καὶ τετάρτη τοῦ κηρύγματος τὴν δύναμιν καὶ ἰσχὺν καὶ τὸν τρόπον τῆς αὐξήσεως. ἡ δὲ τετάρτη καὶ πέμπτη τῶν κατορθούντων τὸν τρόπον καὶ τὴν σπουδὴν καὶ τὴν ἐπίτευξιν. ἡ δὲ ἐπὶ πᾶσι καὶ ἕκτη τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐν ᾗ τῶν κατορθωσάντων καὶ τῶν διαμαρτόντων ἡ ἀμοιβὴ γίνεται καὶ ἀντίδοσις. ἔστιν σημαινόμενον καὶ ἕτερον βασιλείας ἡ τῆς θείας γραφῆς παλαιᾶς τε καὶ νέας ἀκριβὴς