1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

14

Πέρσαι. Οὐκοῦν ἡ μὲν πρώτη ὕλη, ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν Ἀσσυρίων καὶ Βαβυλωνίων ση μαίνει βασιλείαν· κεφαλὴν δὲ αὐτὴν ὀνομάζει, ὡς πρώτην γεγενημένην· ἡ δευτέρα δὲ, ἥτις ἐστὶν ὁ ἄργυρος, ἡ Περσῶν ἐστι καὶ Μήδων. Κῦρος γὰρ ἑκατέρωθεν ὁρμώμενος, μητρόθεν μὲν ἐκ Μήδων, πατρόθεν δὲ ἐκ Περσῶν, κατέλυσε μὲν Ἀσσυρίων, εἴτουν Βαβυλωνίων, τὴν βασιλείαν, μετατέθεικε δὲ τὴν βασιλείαν εἰς Πέρσας. Στῆθος δὲ αὐτὸν προσ ηγόρευσε καὶ βραχίονας, ἵνα δείξῃ τὴν πρὸς δύο ἔθνη συγγένειαν· διὰ μὲν γὰρ τῆς δεξιᾶς τὸ πα τρῷον αὐτοῦ σημαίνει γένος, μητρῷον δὲ διὰ τῆς εὐωνύμου, ὧν τὴν συνάφειαν τὸ στῆθος πεπίστευται, τὴν καρδίαν ἔχον τῶν λογισμῶν τὸ ταμεῖον, λογισμῷ δὲ καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια. Τὸν δὲ χαλκὸν προσηγόρευσε τὴν Μακεδονικὴν βασιλείαν μετὰ τὴν Περσικὴν ἀναφανεῖσαν, καὶ αὐτὴν ὁμοίως ἁπάντων κρατήσασαν. Κοιλίαν δὲ αὐτῇ καὶ τοὺς μηροὺς ἀπένειμε, τήν τε μοναρχίαν τοῦ Ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων, καὶ διὰ τῶν μηρῶν τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γεγενημένην τῆς βασιλείας διαί ρεσιν. Σίδηρον δὲ τὴν Ῥωμαϊκὴν προσηγόρευσε βα σιλείαν· αὕτη δὲ τὴν Μακεδονικὴν διεδέξατο· ἀπ ένειμε δὲ αὐτῇ τὰς κνήμας, ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώματος, καὶ φέρειν ἅπαν δυνα μένας τὸ σῶμα· τὰς δὲ τῶν ποδῶν βάσεις, σιδηρᾶς μὲν καὶ αὐτὰς, ὀστράκῳ δὲ ἀναμεμιγμένας. ∆ιὰ δὲ τούτου οὐχ ἑτέραν αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν ἀσθενεστέραν ἑαυτῆς ἐσομένην, καὶ τῇ τοῦ 81.1300 ὀστράκου ἀσθενείᾳ συμμεμιγμένην. Τὴν δὲ τῶν ὑλῶν διαφορὰν ἀνέθηκεν, οὐ τῆς τιμῆς, ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον· τοῦ μὲν γὰρ χρυσοῦ ὁ ἄργυρος στεγανώτερος· τοῦ δὲ ἀργύρου στεῤῥότερος ὁ χαλκός· ὁ δὲ σίδηρος καὶ αὐτοῦ τοῦ χαλκοῦ πολλῷ τῷ μέτρῳ στερεμνιώτερος. Ἡ διαφορὰ τοίνυν οὐκ ἐν τῇ τιμῇ, ἀλλ' ἐν τῇ ἰσχύϊ τε καὶ δυνάμει. Ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην· οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ μά την ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀποκαλύπτεται. Ἡ εἰκὼν σχήματα, ἀλλ' οὐ πράγματα, ἔχει. Τοιοῦτος δὲ ὁ παρὼν βίος, οὐδὲν ἔχων διαρκὲς, οὐδὲ μόνιμον· διὸ καὶ ὁ μακάριος Παῦλος ἐβόα, ὅτι "Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου." Καὶ ἀλλαχοῦ παραινῶν λέγει· "Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ." Καὶ ὁ μα κάριος ∆αβὶδ τῆς ἀνθρωπίνης εὐημερίας διελέγχων τὸ μάταιον, φησί· "Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν." Μέντοι γε ἐν εἰκόνι διαπορεύε ται ἄνθρωπος, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος ὀξυῤ ῥόπους ἔχει τὰς μεταβολὰς (θνητὰ γὰρ ἅπαντα τὰ ὁρώμενα, καὶ πρόσκαιρα, καὶ ἐπίκηρα), καὶ ἡ εἰκὼν δὲ τῶν μὲν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει, μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων, καὶ ἀρχόντων, καὶ ὑπηκόων, πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιά λυτον ἔχει· εἰκότως ὁ τῶν ὅλων Θεὸς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα τῆς ἀνθρω πίνης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι, ὅτι ῥᾴστην ἔχει τὰ ἀνθρώπινα τὴν μεταβολὴν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι, τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις, τὰς συχνὰς καὶ ἐπαλλήλους διδάσκων τῶν βασιλέων διαδοχὰς, καὶ πείθων ἅπαντας, ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτε λεύτητον, καὶ ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν. Τούτοις ἐπάγει ὁ μακάριος ∆ανιὴλ τὰ λοιπὰ τοῦ ἐν υπνίου διδάσκων. λδʹ, λεʹ. "Ἐθεώρεις, ἕως ὅτου ἀπεσχίσθη λίθος ἀπὸ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος. Τότε ἐλεπτύνθησαν εἰσάπαξ ὁ σίδηρος, τὸ ὄστρακον, ὁ χαλκὸς, ὁ ἄρ γυρος, ὁ χρυσὸς, καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ πᾶς τόπος οὐχ ηὑρέθη ἐν αὐτοῖς, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν." Τοιοῦτον τοῦ ἐνυπνίου τὸ τέλος· προσήκει δὲ κάτωθεν ἡμᾶς ἄρξασθαι τῆς ἑρμηνείας. Ζητήσωμεν τοίνυν πρότε ρον, τίς λίθος προσαγορευόμενος, καὶ βραχὺς πρό τερον φαινόμενος, ὕστερον ἐδείχθη μέγιστος, καὶ τὴν οἰκουμένην ἐκάλυψεν. Οὐκοῦν