14
εἰσπραττόμενος ἀμελείας. Ἐπειδὴ δὲ εἰκὸς τὸν μὲν πᾶν εἶδος θεραπείας προσ φέρειν, τοὺς δὲ ἀνηκέστως νοσεῖν, καὶ τὴν προσ φερομένην μὴ προσδέχεσθαι ἰατρείαν, ἀναγκαίως ἐπιφέρει· ιθʹ. Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Ἀθῶος, φησὶν, ἔσῃ τὰ προσήκοντα ποιῶν, καὶ τὰ παρὰ σαυτοῦ συνεισφέρων· κἂν γὰρ ἡ ἐκείνου νόσος ἀνίατος διαμείνῃ, αὐτὸς μόνος τίσει τῆς ἀπειθείας τὴν τιμωρίαν. Προσήκει δὲ συνιδεῖν, ὅτι τὸν ἄνομον καὶ ἀνωτέρω κἀνταῦθα τιμωρηθήσεσθαι ἔφη τῇ παρανομίᾳ προσμένοντα· ἐάν τε ἔχῃ τὸν διαστέλ λοντα, τουτέστι τὸν διδάσκοντα, ἐάν τε καὶ μή· ἀρκεῖ γὰρ ἡ φύσις εἰς τὴν τοῦ πρακτέου διάκρισιν· ἐκ περιουσίας δὲ ἡ διδασκαλία προσφέρεται, τῆς θείας ἀγαθότητος πάντα πόρον εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν μηχανωμένης. κʹ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ· αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ· ἐν ταῖς ἁμαρτίαις αὑτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Οὐχ ἁπλῶς εἶπεν, Ἐὰν ἁμάρτῃ ὁ δίκαιος, ἀλλ', Ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὑτοῦ, καὶ ποιήσῃ παράπτωμα, τουτέστιν, ἐὰν τὴν εὐ θεῖαν ὁδὸν ἣν ὥδευσεν καταλίπῃ, καὶ ἐπὶ τὴν ἑτέραν τραπῇ. Ἐπεὶ καὶ ὁ μακάριος ∆αβὶδ ἥμαρτε, καὶ μέγιστα ἁμαρτήματα ἐπλημμέλησεν· ἀλλ' οὐ κατέλιπεν ἣν ὥδευεν ὁδὸν, ἀλλὰ προσπταίσας καὶ πεσὼν ἀνέστη, καὶ τῆς αὐτῆς ἐχόμενος διετέλεσε πορείας. Ἐὰν τοίνυν, φησὶ, καταλιπὼν δίκαιος τὴν οἰκείαν ὁδὸν, τὴν ἐναντίαν ἀσπάσηται, σὺ δὲ τοῦτο γνοὺς μὴ διελέγξῃς τὴν ἀτοπίαν, μηδὲ εἰς τὴν προ τέραν σπουδάσῃς ἐπαναγαγεῖν ὁδὸν, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τῆς δευτέρας ὁδοῦ τὸ τέλος, πάντα τὸν πρότερον ἀπολέσας πόνον· εἰς ἑτέραν γὰρ ἦλθεν 81.852 ὁδὸν, ἐναντία δὲ τὰ τέλη, καὶ ταῖς ὁδοῖς πρόσφορα· τῆς μὲν γὰρ τέλος ζωὴ, τῆς δὲ θάνατος· οὐκοῦν ἀναγκαίως ἀπολέσει τῶν προτέρων πόνων τὸ κέρδος, πεσὼν εἰς τὸ τῆς πονηρᾶς ὁδοῦ τέλος· τὴν δὲ ἀπολωλυῖαν ἐκείνου ζωὴν ἐκ τῆς σῆς ἐκζητήσω χειρὸς, καὶ δίκας σὲ εἰσπράξομαι τῆς ἀμελείας. καʹ. Ἐὰν δὲ σὺ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυ τοῦ ψυχὴν ῥύσῃ. ∆ιπλῆν γὰρ ἐργάζῃ ζωὴν, καὶ σαυτῷ, καὶ ἐκείνῳ. Ὁ μὲν γὰρ διὰ τῶν σῶν εἰσηγή σεων τῆς ἀπωλείας διαφεύγει τὸ βάραθρον, καὶ τῆς ὁδοῦ τῆς δικαίας ἄξιον εὑρίσκει τὸ τέλος· σὺ δὲ τῶν εὐθυνῶν ἀπαλλαγήσῃ, καὶ τὸν μέγιστον δια φεύξῃ κίνδυνον, τῆς τοῦ πέλας ἐπιμελούμενος σωτη ρίας. Ἀπόχρη δὲ ταῦτα καὶ ἡμᾶς εἰς σπουδὴν διεγεῖραι, καὶ παρασκευάσαι πᾶσαν ποιήσασθαι τῶν ἀδελφῶν ἐπιμέλειαν, καὶ μὴ λῆξαι πάντα καὶ λέγον τας πρὸς τὴν τούτων ὠφέλειαν καὶ πράττοντας, ἵνα καὶ τὴν ἠπειλημένην φύγωμεν τιμωρίαν, καὶ τῆς ἐπηγγελμένης τύχωμεν σωτηρίας, ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Βʹ. κβʹ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με· Ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ. Ἡ γὰρ ἡσυχία τῇ θεωρίᾳ τῶν θείων ἁρμόδιος· ἀπαλλαττόμενος γὰρ ὁ νοῦς τῶν ἔξωθεν περισπώντων, καὶ μηκέτι τῇδε κἀκεῖσε μεριζόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων, ἀκρι βέστερον δύναται τὰ θεῖα κατανοεῖν. κγʹ, κδʹ. Καὶ ἀνέστην, καὶ ἐξῆλθον εἰς τὸ πε δίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἰστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα, ἢν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ ἦλθεν ἐπ' ἐμὲ Πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Συχνότερον ἀπολαύει τῆς θεωρίας, ἵνα γένηται σπουδαιότερος περὶ τὴν τοῦ λόγου διακονίαν. Συνιδεῖν δὲ προσήκει, ὅτι οὐδὲ τὰς 81.853 συμμέτρους τῇ ἀνθρωπείᾳ φύσει ἀποκαλύψεις οὐδὲ οἱ ἄγαν καθαροὶ τὴν διάνοιαν ἠδύναντο καθορᾷν· ὥσπερ ἀμέλει καὶ οὗτος ὁ προφήτης, καὶ ἤδη πεῖραν τῆς ὀπτασίας λαβὼν, πίπτει παραυτίκα θεασάμενος, καὶ τῆς ἐγειρούσης χάριτος χρῄζει. "Καὶ ἐλάλησε πρός με, καὶ εἶπέ μοι.