Τούτῳ τῷ ιηʹ ἔτει τοῦ Λευὶ καὶ ραʹ τῆς αὐτοῦ ἡλικίας Ἰακὼβ προεφήτευσεν, καὶ εἶπεν, Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα, καὶ τὰ λοιπὰ τῆς προφητείας, ὡς πρόκειται. ιθʹ, κʹ, καʹ, κβʹ. ρϟʹ ἔτος τῆς ἐπαγγελίας. κγʹ. Τούτῳ τῷ κγʹ ἔτει τοῦ Λευὶ καὶ ρϛʹ τοῦ Ἰακὼβ τὰ περὶ τὴν ∆ίναν ἐτελεῖτο καὶ Βενιαμὶν ἐτέχθη. κδʹ, κεʹ. Τῷ εἰκοστῷ πέμπτῳ ἔτει τοῖ Λευὶ καὶ ρηʹ τοῦ Ἰακὼβ Ἰωσὴφ πιπράσκεται ὑπὸ τῶν ἀδελφῶν ἔτος ἄγων ιζʹ. Εἶτα οἱ κατ' αὐτὸν ιʹ πειρασμοί. κϛʹ. Πρῶτον ἐζήλωσαν αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ. 111 κζʹ. Εἶτα κατηγόρησαν αὐτοῦ. κηʹ. Εἶτα ἐλογίσαντο αὐτὸν ἀποκτεῖναι. εἶτα ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον. κθʹ. Εἶτα πιπράσκεται τοῖς Ἰσμαηλίταις. εἶτα ἐπράθη ἐν Αἰγύπτῳ ὑπὸ τῶν Ἰσμαηλιτῶν τῷ Πετεφρῇ. λʹ. Εἶτα ἤρξατο ἡ κυρία αὐτοῦ ἀπατᾶν αὐτὸν καὶ γυμνοῦσθαι ἔμπροσθεν αὐτοῦ καὶ παρακαλεῖν αὐτόν. λαʹ. Εἶτα μόνον αὐτὸν εὑροῦσα, καὶ ἀποκλείσασα πάσας τὰς θύρας, ἐπανέστη αὐτῷ γυμνὴ καὶ ἐβιάζετο αὐτόν. λβʹ. Εἶτα ἀπορήσασα αὐτοῦ κατηγόρησεν αὐτοῦ πρὸς τὸν κύριον αὐτοῦ. εἶτα ἐβλήθη ἐν τῇ εἱρκτῇ. σʹ ἔτος τῆς ἐπαγγελίας. λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ. Τούτῳ τῷ ληʹ ἔτει τοῦ Λευὶ Ἰωσὴφ γενόμενος ἐτῶν λʹ λύει τοῖς εὐνούχοις Φαραὼ ἐν τῇ εἱρκτῇ τῷ καιρῷ τοῦ δεκάτου πειρασμοῦ τοὺς ὀνείρους. Ἕως ὧδε τοῦ Ἰακώβ εἰσιν ἔτη ρκαʹ. λθʹ. Τούτῳ τῷ ἔτει τοῖ Λευὶ καὶ ρκβʹ ἔτει τοῦ Ἰακὼβ γε112 νόμενος Ἰωσὴφ ἐτῶν λαʹ παρέστη τῷ Φαραὼ ἐν Αἰγύπτῳ, καὶ ἔκρινεν αὐτῷ τοὺς ὀνείρους αὐτοῦ. καὶ ἐκ τούτου τοῦ χρόνου γέγονεν αὐτὸς Ἰωσὴφ ἡγεμὼν τῆς Αἰγύπτου. Ἰωσὴφ Αἰγυπτίων ἡγεῖται ἔτη πʹ. Πρῶτον ἔτος ἡγεμονίας Ἰωσήφ, καὶ πρῶτον τῆς εὐθηνίας, ἐν ᾧ τριακοστὸν πρῶτον ἔτος ἦγε τῆς ἡλικίας Ἰωσήφ. μʹ, μαʹ, μβʹ. σιʹ ἔτος τῆς ἐπαγγελίας. μγʹ, μδʹ, μεʹ, μϛʹ. Τούτῳ τῷ μϛʹ ἔτει τοῦ Λευὶ πρῶτον ἔτος τοῦ λιμοῦ τοῦ ἐν Αἰγύπτῳ. οἱ παῖδες Ἰακὼβ εἰς Αἴγυπτον κάτεισιν ἀποσταλέντες ὑπ' αὐτοῦ διὰ τὸν λιμόν. μζʹ. Τούτῳ τῷ μζʹ ἔτει τοῦ Λευὶ καὶ δευτέρῳ τοῦ λιμοῦ καὶ ἐνάτῳ τῆς ἡγεμονίας Ἰωσὴφ κάτεισιν Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἔστη ἐναντίον Φαραώ. εἶπε δὲ Φαραὼ τῷ Ἰακώβ, Πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου; καὶ εἶπεν Ἰακὼβ τῷ Φαραώ, Ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ρλʹ ἔτη. μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου. Καὰθ ξʹ, ὁμοῦ γχπβʹ. 113 αʹ, βʹ, γʹ, δʹ, εʹ. σκʹ ἔτος τῆς ἐπαγγελίας. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ. σλʹ ἔτος τῆς ἐπαγγελίας. ιϛʹ, ιζʹ. Τούτῳ τῷ ἔτει ἑκατοστὸν τεσσαρακοστὸν ἕβδομον ἔτος ἄγων Ἰακὼβ προφητεύει περὶ τοῦ κυρίου καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως διὰ Χριστοῦ, εἰπών, Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τοῦ ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ λευκοὶ οἱ ὀδόντες ἢ γάλα. ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. σμʹ ἔτος τῆς ἐπαγγελίας. κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ λγʹ, λδʹ, λεʹ. σνʹ ἔτος τῆς ἐπαγγελίας. λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. σξʹ ἔτος τῆς ἐπαγγελίας. 114 μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ. πʹ ἔτος Ἰωσήφ. ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. σοʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. Ἀμβρὰμ οεʹ, ὁμοῦ γψνγʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ. σπʹ ἔτος τῆς ἐπαγγελίας. ϛʹ, ζʹ ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Τούτῳ τῷ ἔτει παʹ ἔτος ἄγων τῆς ἡγεμονίας Ἰωσὴφ καὶ ριαʹ τῆς αὐτοῦ ἡλικίας τελευτᾷ τὸν βίον. Μετὰ θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι τοῖς Αἰγυπτίοις ἕτερα ἔτη ρμδʹ. τὰ δὲ πάντα τῆς ἐν Αἰγύπτῳ διατριβῆς τῶν Ἰουδαίων ἔτη τυγχάνει σιεʹ, ἀριθμούμενα ἀπὸ τῆς καθόδου Ἰακὼβ καὶ τῶν τούτου παίδων εἰς Αἴγυπτον. ιγʹ, ιδʹ, ιεʹ. σϟʹ ἔτος τῆς ἐπαγγελίας. ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ. ἔτος τʹ τῆς ἐπαγγελίας. κϛʹ, κζʹ κηʹ, κθʹ, λʹ. 115 Τοῦ Ἀμβρὰν Λευὶ ὁ πατὴρ αὐτοῦ ἀπέθανεν ζήσας ἔτη ρλζʹ. λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ. τιʹ ἔτος τῆς ἐπαγγελίας. λϛʹ, λζʹ, ληʹ, λθʹ,