De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἀπέκτειναν. κατέστρεψαν δὲ τοὺς οἴκους τῶν παραταττομένων τῷ ἄνακτι μέχρις ἐδάφους, τὰ αὐτῶν πάντα διαρπάσαντες καὶ τὰς πόρτας ἀνοίξαντες, τῷ φουσάτῳ ἑνωθέντες, τῷ βασιλεῖ κατεμήνυσαν σπεῦσαι ἐν τῇ πόλει. τῇ αὐτῇ δὲ νυκτὶ, δεκάτῃ τοῦ Αὐγούστου μηνὸς, φοβηθεὶς ὁ παρακοιμώμενος Ἰωσὴφ τὸν λαὸν, ὡς πρὸς αὐτὸν ἀπερχόμενον εἰς τὸν οἶκον αὐτοῦ, φυγὼν τὴν βίαν, εἰς τὴν ἐκκλησίαν εἰσῆλθεν. καὶ ὁ λαὸς τὰ αὐτοῦ πάντα ἁρπάσαντες, τὸν οἶκον αὐτοῦ κατηδάφισαν, πολλούς τε ἄλλους τῶν τῆς συγκλήτου ἀναιτίους αἰχμαλωτεύσαντες, ἁρπάσαντες τὰ αὐτῶν πάντα καὶ τοὺς οἴκους αὐτῶν κατασκάψαντες. τρισὶν γὰρ ἡμέραις τοῦτο ἐποίουν ὁ λαὸς μανέντες. οἱ οὖν εὐνούστατοι τῶν ἀρχόντων τὸν μάγιστρον καὶ πατέρα τοῦ ἄνακτος Νικηφόρου ἐν τῷ παλατίῳ ἀνήγαγον, καὶ μένειν ἐκεῖσε ἐποίησαν μέχρι τῆς ἐλεύσεως τοῦ βασιλέως· τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τῆς τοῦ πράγματος τελετῆς εἰσῆλθεν καὶ ὁ μάγιστρος Λέων ἐκ τοῦ φοσσάτου ἐν τῇ πόλει. τῇ δὲ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς ἐδηλοποίησεν ὁ βασιλεὺς τὸν παρακοιμώμενον Βασίλειον καὶ τὸν πραιπόσιτον Ἰωάννην, ὥστε ἐξελθεῖν μεθ' ὧν 438 αὐτοῖς ἔγραψεν ἀρχόντων ἐν τοῖς Ἱερείας παλατίοις καὶ ὑπαντῆσαι αὐτῷ· ὅπερ καὶ ἐποίησαν. καὶ τῇ ἐπαύριον, ἑξκαιδεκάτῃ τοῦ αὐτοῦ Αὐγούστου μηνὸς, ἰνδ. ϛʹ, ἡμέρᾳ κυριακῇ πρωῒ ἐμβὰς εἰς τὸ βασιλικὸν δρομόνιον προσέβαλεν ἐν τῇ χρυσῇ πόρτῃ. κἀκεῖ προσυπήντησεν αὐτῷ πᾶσα ἡ πόλις, μικροί τε καὶ μεγάλοι, μετὰ λαμπάδων καὶ θυμιαμάτων. κατελθὼν δὲ ἀπὸ τοῦ δρόμονος καὶ ἱππεύσας διῆλθεν διὰ τοῦ ἔξω παρατειχίου, καὶ διὰ τῆς πλακωτῆς στραφεὶς εἰσῆλθεν εἰς τὴν μονὴν τῶν Ἀβραμιτῶν τὴν λεγομένην ἀχειροποίητον τῆς Θεοτόκου, καὶ ὥραν τρίτην βαλὼν σκαραμάγγιον καστώριον καὶ καββαλικεύσας, ἦλθεν εἰς τὴν μεγάλην χρυσῆν πόρταν, καὶ στὰς ἔφιππος ἐν τῇ αὐτῇ πόρτῃ, ἔνδον τῶν δύο μερῶν τοῦ δήμου ἱσταμένων, εὐφημίσθη οὕτως· "καλῶς ἦλθες, Νικηφόρε, αὐτοκράτωρ Ῥωμαίων· καλῶς ἦλθες, Νικηφόρε, ἄναξ μέγιστε Ῥωμαίων· καλῶς ἦλθες, Νικηφόρε, ὁ τροπωσάμενος φάλαγγας πολεμίων· καλῶς ἦλθες, Νικηφόρε, ὁ πορθήσας πόλεις ἐναντίων· καλῶς ἦλθες, ἀνδριώτατε νικητὰ, ἀεισέβαστε· καλῶς ἦλθες, δι' οὗ ὑπετάγησαν ἔθνη. διὰ σοῦ Ἰσμαὴλ ἡττηθεὶς κατεπτώθη· διὰ σοῦ τὰ σκῆπτρα Ῥωμαίων κρατύνονται· ἔντεινε οὖν καὶ κατευοδοῦ καὶ βασίλευε. ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ἀναδείξας σὲ, Νικηφόρε, βασιλέα αὐτοκράτορα Ῥωμαίων. εὐφραίνου τοίνυν, 439 πόλις ἡ τῶν Ῥωμαίων. ὑπόδεξαι τὸν θεόστεπτον Νικηφόρον. ἦλθεν γὰρ ὄντως λάμπων τὴν ὑφήλιον πᾶσαν." εἶθ' οὕτως εἰσῆλθε τὴν πόρταν, περιπατῶν ἔφιππος τὴν μέσην μέχρι τοῦ φόρου, κἀκεῖ κατελθὼν ἐκ τοῦ ἵππου εἰσῆλθεν ἐν τῇ ἐκκλησίᾳ τῆς παναγίας Θεοτόκου ἐν τῷ φόρῳ, καὶ λαβὼν φατλία ἐποίησεν προσκύνησιν, καὶ ἐφόρεσεν τὸ διβητήσιον καὶ καμπάγια καὶ καμπότουβα. καὶ ἀπὸ τοῦ φόρου πεζοπορῶν εἰσῆλθεν εἰς τὴν ἁγίαν Σοφίαν μετὰ λιτῆς καὶ τοῦ τιμίου σταυροῦ, καὶ στὰς εἰς τὸ ὡρολόγιον εὐφημίσθη παρὰ τῶν δύο μερῶν οὕτως· "Νικηφόρον βασιλέα τὸ πρᾶγμα τὸ δημόσιον αἰτεῖ. Νικηφόρον οἱ νόμοι ἐκδέχονται. Νικηφόρον τὸ παλάτιον ἐκδέχεται· αὗται εὐχαὶ τοῦ παλατίου· αὗται ἐντεύξεις τοῦ στρατοπέδου· αὗται εὐχαὶ τῆς συγκλήτου· αὗται εὐχαὶ τοῦ λαοῦ· Νικηφόρον ὁ κόσμος ἀναμένει· Νικηφόρον ὁ στρατὸς ἐκδέχεται· τὸ κοινὸν καλὸν Νικηφόρον ἐκδέχεται· τὸ κοινὸν ἀγαθὸν, Νικηφόρος, βασιλεύσει· εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν· ἐπάκουσον ὁ Θεὸς, Νικηφόρῳ. ζωή. Νικηφόρε αὔγουστε, σὺ εὐσεβὴς, σὺ σεβαστός· ὁ Θεός σε ἔδωκεν, ὁ Θεός σε φυλάξει· τὸν Χριστὸν σεβόμενος ἀεὶ νικᾷς· πολλοὺς χρόνους Νικηφόρος βασιλεύσει· Χριστιανὸν βασίλειον ὁ Θεὸς περιφρουρήσει." μετὰ ταῦτα 440 εἰσελθὼν ἔνδον τῆς ὡραίας πύλης εἰς τὸ μητατώριον ἤλλαξεν τὸ τζιτζάκιον, καὶ εἰσῆλθεν ἐν τῷ νάρθηκι καὶ εἰς τὰς βασιλικὰς μεγάλας πύλας λαβὼν φατλία παρὰ τοῦ πραιποσίτου ἐποίησεν προσκύνησιν, καὶ ἀποσκεπασθεὶς εἰσόδευσεν μετὰ τοῦ πατριάρχου διὰ μέσου τοῦ ναοῦ καὶ διὰ τῆς δεξιᾶς τοῦ ἄμβωνος καὶ τῆς σωλαίας ἐλθὼν εἰς τὰ ἅγια θύρια, κἀκεῖ λαβὼν φατλία παρὰ τοῦ πραιποσίτου, ἐποίησεν προσκύνησιν, καὶ στραφεὶς ἅμα τοῦ πατριάρχου ἀνῆλθεν ἀπὸ τῶν ἔμπροσθεν τοῦ βήματος εἰς τὸν ἄμβωνα, καὶ ποιήσας τὴν εὐχὴν ὁ πατριάρχης ἐπὶ τῆς χλαμύδος καὶ ἐπιδοὺς τοῖς τοῦ κουβουκλείου, ἐνέδυσαν αὐτὴν τῷ βασιλεῖ· ὁμοίως