15
ὢν οὐσίας καὶ ἐνεργείας καὶ δυνάμεως ὧν ὁ υἱός, μὴ ἀντίφθογγα διδάσκων υἱοῦ ὡς οὐδὲ ὁ υἱὸς τοῦ πατρός, ἀπαράλλακτος εἰκὼν ἑαυτοῦ ἀνα πέφανται, ἐν ἑαυτῷ παραδείξας τὰ τοῦ υἱοῦ καθὼς ἐκεῖνος τὰ τοῦ πατρός.
2.21 Βούλει προσθήσω καὶ ὅτι γε ἐξ αὐτοῦ, πάντα σοι χαριζόμενος διὰ τὸ φιλάδελφον; ἀλλὰ καὶ τοῦτο τολμηρὸν ὑπείληπται τοῖς ἀκριβέστερον ἐπὶ θεολογίᾳ φιλοσοφήσασιν, ἔμφασιν παρέχον τῆς ἐκπορεύσεως, ἐπεὶ χωρίς γε ταύτης λεκτέον. καὶ ἔστω εἰκὼν τοῦ πατρὸς ὁ υἱός, ὅτιπερ ἐξ αὐτοῦ, καὶ τὸν τρόπον γινώσκεις τοῦ ἐξ αὐτοῦ· ἀλλὰ δὴ καὶ τὸ πνεῦμα εἰκὼν λέγεται τοῦ υἱοῦ, ὅτιπερ ἐξ αὐτοῦ. ὁ τρόπος δὲ οὐ ταὐτός· τίς γὰρ ἂν τολμήσειεν εἰπεῖν γεν νητῶς; λείπεται οὖν ἐρεῖν τὸ διάφορον καὶ ὅτι γε μάλιστα ἄμαχον. ἔγωγε καὶ προϋπεκρουσάμην ἡνίκα προΐεσθαι ἐξ υἱοῦ τὸ πνεῦμα ἔλεγον καὶ χορηγεῖσθαι καὶ δίδοσθαι. ταῦτα δέ μοι καὶ αὐτὸς συμφῄς. τίνα γοῦν ἕτερον τρόπον τῆς εἰκόνος ζητεῖς, εἴπερ ἔχεις καὶ σὺν τοῖς λελεγμένοις τὸ ἐξ αὐτοῦ, τὴν ἐκπόρευσιν μόνον παρασιωπῶν, ὡς μήθ' ἡμῖν μήτε τοῖς πρὸ ἡμῶν ἐπὶ υἱοῦ λεχθεῖσάν ποτε; ἰδού σοι καὶ τὸ τῆς εἰκόνος ἀμφίβολον λέλυκα, κατὰ πάνθ' ὁμοίως τοὺς λόγους σοι παραθέμενος. τὰ τοιαῦτα κρατῶν, μᾶλλον δὲ τὰ τοιαῦτα τῶν νοημάτων φρονῶν οὔποτε σφαλῇ τοῦ ὀρθοῦ, πᾶσαν ῥᾳδίως ἀποβαλεῖ τοῦ νοός σου διχόνοιαν.
2.22 Ἐμνήσθην καὶ ἄλλου λόγου τῶν ἀντιλεγόντων ἡμῖν, οὐχ ἥκιστα τῇ ἀληθείᾳ καὶ τῷ ὀρθῷ κανόνι τῆς πίστεως. τοῖς γὰρ ἡμετέροις λόγοις ἀδύνατόν τι ἀκολουθοῦν ἀποδεῖξαι πειρώμενοι εἰς τοιαύτην προβαίνουσι τὴν ἐρώτησιν· «εἰ μὴ καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται τὸ πνεῦμα τὸ ἅγιον-τοῦτον γὰρ τὸν τρόπον συμφυὴς καθέστηκεν ἡ τρίας, ἀλληλουχου μένη ταῖς ὑποστάσεσιν, ὡς τοῦ μὲν υἱοῦ ἐκ πατρός, τοῦ δὲ πνεύματος ἐξ υἱοῦ τυγχάνοντος-ποίῳ λόγῳ ἢ τρόπῳ ὁ υἱὸς τῷ πνεύματι συναφθήσεται; τῷ μὲν γὰρ πατρὶ ἄμφω καὶ οὑτωσὶ ἑνωθήσεται, ἐπεί τοι γε ἐξ αὐτοῦ, ἀλλήλοις δὲ ὅπως συνάψεται; καὶ ποῦ ἡ ἄκρα τῆς τριάδος ἕνωσις, ἡ ἄτμητος ὡς ἄν τις εἴπῃ τομὴ καὶ ὁ ἀμέριστος μερισμός;» ὦ ταῦτα λέγων ῥᾳδίως καὶ τοιαύτας ἀπερευγόμενος τὰς φωνάς, σὺ τάχ' ἂν καὶ διαιρέσεις ἡμᾶς ἐπὶ τῆς ὑπερουσίου τριάδος ὑπολαμβάνεις ποιεῖν, οἵας οἱ διαλεγόμενοι ἀπὸ γενῶν εἰς εἴδη ἢ ἀπὸ εἰδῶν εἰς ἄτομα ἢ ὁπωσοῦν ἑτέρως ἐργάζονται, καὶ ἐναντία ταῦτα τιθέναι διισχυρίσῃ ἢ καὶ τόπῳ περιγρά φειν τὰ ἀπερίγραπτα ἢ ἔν τινι συνάγειν τὰ ἀπεριόριστα; οὐ τοιαῦτα φρονοῦμεν οὐδὲ δογματίζομεν ἄτοπα, οὐχ οὕτως ἡμεῖς ἄφρονές τε καὶ ἀμαθεῖς, ὡς μὴ εἰδέναι πάσης οὐσίας καὶ φύσεως σχήματός τε καὶ τόπου καὶ χρόνου καὶ μέτρου καὶ γνώσεως τὴν μακαρίαν ὑπερκειμένην τριάδα τὴν ἄναρχόν τε καὶ ἀτελεύτητον, ὡς ἐν τούτοις καταγελᾶν, κἄντε τῶν ἡμετέρων τις εἴη κἄντε τῶν ἐναντίων τῶν ἐν σχήμασιν ἀριθμῶν ἢ ἐπιπέδων ἢ στερεῶν παραλληλίζειν βουλομένων τὰ ἀσχημάτιστα. εἰ δ' ἐξ ἑνὸς ταῦτά φαμεν ἤγουν ἐκ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ὡς ἐξ αἰτίου αἰτιατά, ὧν τὸ μὲν πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον, ταὐτὸν δὲ εἰπεῖν οὐσιού μενον, τέλεον σὺν υἱῷ ἐν υἱῷ μένει, ὡς μὴ ἄμοιρον εἶναί ποτε τὸν υἱὸν τοῦ πνεύματος κἀντεῦθεν δίδοσθαι καὶ χορη γεῖσθαι καὶ ὅσα ἀσφαλῆ τῶν τοιούτων, τί φάσκομεν ἄτοπον; ποία δὲ προστρίβεται τῇ τριάδι ἐκ τῶν λόγων ἀδικία τῶν ἡμετέρων ἢ ἐφέπεται ἀτιμία, τὰ τρία ὁμοούσια τιθεμένων καὶ ὁμοδύναμα ὡς ἐκ τούτων φυλάττεσθαι καὶ τὴν ἕνωσιν, εἴ γέ φαμεν ἐν υἱῷ λαμβάνειν τὸ πνεῦμα τὴν οἰκείαν οὐσίωσιν ἐκ πατρός, σώζεσθαι δὲ καὶ πάσας φωνάς, τὰς κυριακάς φημι καὶ τὰς πατρικάς, καὶ μὴ τὸ οἱονοῦν παραβλάπτεσθαι, ὡς ἐκ τῶν ὑμετέρων λόγων τὸ ἀτελὲς συνεισφέρεται καὶ τὸ πρῶτον καὶ ὕστερον καὶ διορισμὸς καὶ περιγραφὴ καὶ μερισ μὸς τοῖς σκοποῦσι καλῶς; οὐκέτι οὐδ' ὅλως τοῖς ἡμετέροις ἐπισυμβέβηκεν ἄτοπον ἢ ξένον τῶν διδαγμάτων Χριστοῦ καὶ τῶν ὀρθῶν δογμάτων ἀλλότριον, οἷς πᾶς ἑδραζόμενος ὡς ἐπὶ στερρᾶς βέβηκε πέτρας, ἐφ' ᾗ καὶ Χριστὸς τὴν ἐκκλησίαν