Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἀμηρᾶ. 188 Ὁ δὲ βασιλεὺς Ἰωάννης ὡς εἶδε καὶ ἤκουσε τὸν στρατὸν τοῦ Καντακουζηνοῦ καὶ πενθεροῦ ἐρχόμενον καὶ ἑτοιμαζόμενον καὶ μὴ ἔχων ἀντιστῆναι, πρὸς τὸν ἀμηρᾶν Ἀ μουράτην διεπρεσβεύσατο, ἵνα ἔλθῃ καὶ συμμαχήσῃ αὐτῷ. Ὁ δὲ ἀμηρᾶς δεινὸς ὢν καὶ τὰς ἐννοίας αὑτοῦ ὑποκεκρυμμένας διπλῶς ἔχων, μετὰ χαρᾶς δεξάμενος τὴν πρεσβείαν καὶ δώδεκα χιλιάδας στρατὸν στείλας ἐνέμπροσθεν εἰς βοήθειαν τῷ βασιλεῖ Ἰωάννῃ, εἶτα καὶ αὐτὸς μετὰ πλήθους στρατοῦ περάσας ἐκ τῆς Ἀβύδου, ἦλθεν ἐν τῇ Θρᾴκῃ κατὰ τὸ φαινόμενον μὲν ἵνα τὸν βασιλέα βοηθήσῃ, ὑποκεκρυμμένως δὲ ἵνα, ἐὰν τὸν καιρὸν εὕρῃ ἀρέσκοντά τι, ὃ καὶ ἐγένετο, τόπους καὶ χώρας ἑαυτῷ περιποιήσηται ἐν τῇ Εὐ ρώπῃ καὶ τὴν ἀρχὴν αὑτοῦ αὐξήσῃ. Ὁ δὲ Καντακουζηνὸς μετὰ τῶν Σέρβων καὶ τῶν Βουλγάρων ἐλθὼν κατὰ τοῦ Παλαιολόγου καὶ εἰδὼς τὸν ἀμηρᾶν, ὅτι διπλῶς διέκει το, καὶ οὐδὲν κατορθώσαντες, τὰ πάντα καταλιπών, μοναχὸς ἐγένετο καὶ ἀντὶ Ἰωάννου Ἰωάσαφ ὠνομάσθη, κρατήσας τῆς βασιλείας, ἕως οὗ καὶ ἐξώσθη ὑπὸ τοῦ γαμβροῦ πολεμῶν, ἔτη ἓξ καὶ μῆνα ἑπτά. Ὁ δὲ Ἀμουράτης τὸν καιρὸν εὑρὼν ἐπιτήδειον καὶ ἐν τῇ Θρᾴκῃ εὑρισκόμε νος ἕτοιμος καὶ παρασκευασμένος μετὰ τοσούτου στρατοῦ καλῶς, καὶ τὰ τῶν Ῥωμαίων βλέπων εἰς ἄκρον τεταπεινωμένα διὰ τοὺς ἐμφυλίους πολέμους καὶ συγχύσεις, καὶ οὐκ εἶχον ἀντιστῆναι ταῖς δυνάμεσιν αὐτοῦ, τότε πρῶτον ἐν τῇ Εὐρώπῃ τὸ τῶν Ὀτθου μαλίδων γένος αὐθέντες χεῖρα ἐν τῇ Θρᾴκῃ ἔβαλον, καὶ τὴν Καλλιούπολιν ἔλαβε καὶ ἑτέρους οὐκ ὀλίγους τόπους καὶ χώρας καὶ φρούρια ἔκ τε τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ ἐκ τῶν ἑτέρων αὐθεντῶν Χριστιανῶν, καθὼς ἐν ὀλίγῳ ἐν τῇ τῆς ζωῆς αὐτοῦ διηγήσει ῥηθήσεται. Ἦσαν γὰρ περάσαντες, ὡς προέφημεν, καὶ ἐν ἑτέροις καιροῖς οἱ Τοῦρκοι ἐν τῇ Εὐρώπῃ εἰς τὴν Χεῤῥόνησον τῆς Θρᾴκης, ἀλλ' οὐκ ἠδυνήθησαν στῆναι, οὔτε κυριεῦσαι τοσούτους τόπους καὶ φρούρια καὶ πόλεις ὡς τὰ νῦν, διὰ τὶ μὲν πολλάκις νόμῳ πολέμου ἐδιώχθησαν, πολλάκις ὡς λῃσταὶ περάσαντες πάλιν ἔφυγον. Λοιπὸν ὁ Ἀμουράτης καὶ τῆς Ἀνδριανουπόλεως ἐγκρατὴς γενόμενος καὶ πολυμερῶς ἐκ τῆς Μακεδονίας καὶ Βουλγαρίας καὶ Σερβίας, τέλος πάντων δὲ ἀγά πην μετὰ τοῦ βασιλέως ἕως τέλους ζωῆς αὐτῶν ποιήσαντες καὶ ὅρκους ἀναμέσον, ἵνα τὰς συνθήκας καὶ τὴν ἀγάπην φυλάξωσι καὶ εἷς ὑπὲρ ἑτέρου ἔσται βοηθός. Οὗτος δὲ ὁ βασιλεὺς Ἰωάννης ἔσχε τούσδε υἱούς· Ἀνδρόνικον τὸν δεσπότην, Μανουὴλ τὸν βασιλέα, Θεόδωρον τὸν πορφυρογέννητον καὶ Μιχαὴλ τὸν δεσπότην. Ὃς τῷ μὲν πρωτογενεῖ Ἀνδρονίκῳ, ὡς διαδόχῳ τῆς βασιλείας ἐν τῇ πόλει προστά-ξας εἶναι, τὸν δὲ βασιλέα κὺρ Μανουὴλ τοῦ διοικεῖν καὶ κυβερνᾶν τὴν Θεσσαλονίκην, τὸν δὲ Θεόδωρον τὸν πορφυρογέννητον μετὰ τὸ ἀποθανεῖν τὸν τοῦ Καντακουζηνοῦ υἱὸν ἐν τῇ Σπάρτῃ κύριον καὶ αὐθέντην ἀπέστειλεν. Ἐλθὼν δὲ ἐν τῇ Θεσσαλονίκῃ ὁ βασιλεὺς κὺρ Μανουήλ, καὶ ἀγάπην καὶ φιλίαν εἶχον μετὰ τῶν ἀρχόντων καὶ πρώ των τῆς πόλεως Σεῤῥῶν, βουλὴν ποιήσαντες, ἵνα τοὺς φύλακας Τούρκους τοὺς φρου 190 ροῦντας τὸ φρούριον ἀποκτείνωσι καὶ τὸ ἄστυ τῷ κὺρ Μανουὴλ δώσωσιν. Αὕτη δὲ ἡ βουλὴ οὐκ ἔλαθε τὸν ἀμηρᾶν καὶ στείλας τὸν Καραλίμπασια μετὰ στρατοῦ πλήθους πολλοῦ κατὰ τῆς Θεσσαλονίκης ἐλθεῖν καὶ τοῦ Μανουὴλ, παραγγείλας αὐτῷ μὴ ὄπι σθεν ἐλθεῖν, ἕως οὖ τὴν Θεσσαλονίκην ἁλώσῃ καὶ τὸν Μανουὴλ δέσμιον ἀγάγῃ. Ἀκού σας δὲ ταῦτα ὁ κὺρ Μανουὴλ καὶ θεωρῶν, ὅτι οὐκ ἐδύνατο ἀντιστῆναι τοσούτῳ στρα τῷ, εἰς δειλίαν καὶ φόβον ἐνέπεσε καὶ μὴ ἔχων τι ἕτερον πρᾶξαι, φυγεῖν τῇ σωτηρίᾳ ἐχρήσατο, θέλων ἐλθεῖν πρὸς τὸν πατέρα καὶ βασιλέα ἐν τῇ Πόλει. Ὁ δὲ πατὴρ διὰ τὸν φόβον τοῦ ἀμηρᾶ οὐκ ἤθελε δεχθῆναι αὐτόν, δεικνύων αὐτῷ, ἀλλὰ μᾶλλον ἀπειλή σας σφοδρῶς. Ἐλπίζων δὲ δεχθῆναι αὐτὸν οἱ τῆς Λέσβου δεσπόζοντες, ἐλθὼν ἐκεῖσε, αὐτοὶ ἀληθῶς καὶ φανερῶς οὐκ ἀνέσχοντο ἰδεῖν ἢ συνομιλῆσαι αὐτῷ διὰ τὸν τοῦ Ἀμουράτου φόβον, ἵνα μὴ καὶ αὐτοὶ κινδυνεύσωσιν. Ἀποτυχὼν δὲ καὶ τὰς ἐκεῖθεν ἐλπίδας καὶ θεωρῶν, ὅτι οὐδεὶς ἤθελε δεχθῆναι αὐτόν, ταῦτα λογίζεται, ἵνα αὐτοθελὴς ἐν τῇ Προύσῃ πρὸς τὸν