1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

15

κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον. Καὶ ὁ μὲν Χριστὸς τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ συνδούλῳ μένεις ἐχθραίνων; καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Ὁ ∆εσπότης σου οὐ παρῃτήσατο πάντα ὑπομεῖναι διὰ σὲ, σὺ δὲ οὐδὲ ὀργὴν ἀφιέναι ἀνέχῃ; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἡ ἀγάπη ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶ πάντων τῶν ἀγαθῶν. Ἐπηρέασέ μοι, φησὶ, τὰ μέγιστα, μυρία ἠδίκησέ μοι, τὸν περὶ τοῦ ζῇν ἐπεκρέμασέ μοι κίνδυνον. Καὶ τί τοῦτο; ἀλλ' οὐδέπω σε ἐσταύρωσε, καθάπερ τὸν Κύριον οἱ Ἰουδαῖοι. Ἐὰν μὴ ἀφῇς τῷ πλησίον σου τὸ ἀδίκημα, οὐδὲ ὁ Πατήρ σου ὁ οὐράνιος ἀφήσει σοι τὰ ἁμαρτήματά σου. Ποίῳ δὲ συνειδότι ἐρεῖς, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς; Ὁμοίως ὁ Χριστὸς καὶ τὸ αἷμα, ὃ ἐξέχεαν ἐκεῖνοι, εἰς σωτηρίαν τῶν ἐκχεόντων δέδωκε. Τί τούτου ἴσον ἔχεις ποιῆσαι; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας, σαυτὸν δὲ ἀσύγγνωστον ἐποιήσω τὴν τιμωρίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδένα γὰρ οὕτω μισεῖ καὶ ἀποστρέφεται ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν ὁ Κύριος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἄπελθε πρῶτον καὶ διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω ἐκεῖ τὸ δῶρον, ἤγουν τὴν θυσίαν; Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν πρὸς τὸν ἀδελφόν σου καὶ αὐτὴ ἡ θυσία ἐγένετο. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν πλησίον ἡ θυσία ἐστὶ, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰ καὶ μετέχεις τῆς θυσίας, ἀνωφελής σοι ἡ μετάληψις γέγονεν ἅνευ τοῦ κατορθώματος τῆς 49.391 εἰρήνης. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, λέγω δὴ τὴν εἰρήνην, δι' ὅπερ καὶ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. ∆ιὰ γὰρ τοῦτο ἦλθεν εἰς τὸν κόσμον ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Πατρὶ, ὥς που καὶ Παῦλός φησι· Νυνὶ δὲ ἀποκατήλλαξεν ἑαυτῷ τὰ πάντα, διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. ∆ιὰ τοῦτο οὐχὶ αὐτὸς μόνον ἦλθε ποιῶν εἰρήνην, ἀλλὰ καὶ ἡμᾶς μακαρίζει τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ ποιεῖ τῆς αὑτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὅπερ οὖν ἐποίησεν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σαυτῷ καὶ τῷ πλησίον σου. ∆ιὰ τοῦτο καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν. Ἐβουλόμην μὲν οὖν, ἀγαπητοὶ, ἐπὶ πλεῖστον παρατεῖναι τὸν λόγον· ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς μετὰ προσοχῆς καὶ συνέσεως δεχομένοις τὸν σπόρον τῆς εὐσεβείας, καὶ προσέχειν ἐθέλουσι τοῖς λεγομένοις. Μνημονεύωμεν τοίνυν, παρακαλῶ, διαπαντὸς τούτων τῶν ῥημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Οὗτος γὰρ ὁ ἀσπασμὸς συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ γενέσθαι σῶμα ἓν ἅπαντας, καὶ μέλη Χριστοῦ, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν ἅπαντες. Γενώμεθα οὖν κατ' ἀλήθειαν σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες. Οὕτω γὰρ ποιοῦντες, δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης, καὶ τῆς ὑπὸ τοῦ Χριστοῦ πρὸς τῷ τέλει βραβευθείσης εἰρήνης δοχεῖα γενέσθαι. Κἂν γὰρ μυρία ἔχωμεν κατορθώματα, μνη49.392 σίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην εἰργασάμεθα, καὶ οὐδὲν ἐκ τούτων εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Μέλλων γὰρ ὁ Σωτὴρ ἀνελθεῖν πρὸς τὸν Πατέρα, ἀντὶ δόξης προσκαίρου καὶ πλούτου μεγάλου ταύτην τοῖς μαθηταῖς κληρονομίαν ἀφίησιν, εἰπών· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ποῖος γὰρ πλοῦτος, ἢ πόση χρημάτων περιουσία γένοιτ' ἂν τιμιωτέρα