15
Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν. ∆εῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. ∆ιαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν γένος κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ εἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται. Ἡ δὲ διαφορὰ καὶ τὸ συμβεβηκὸς κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται, τὸ δὲ ἴδιον κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ τουτέστι καθ' ἑνὸς εἴδους καὶ τῶν ὑπ' αὐτὸ ἀτόμων ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. ∆ιαφέρει δὲ ἡ διαφορὰ τοῦ συμβεβηκότος, ὅτι ἡ μὲν διαφορὰ οὐσιώδης ἐστὶν ἤγουν μέρος τῆς οὐσίας τοῦ ὑποκειμένου, τὸ δὲ συμβεβηκὸς οὐχ ὡς μέρος τῆς οὐσίας ἀλλ' ἐπουσιῶδες. 20 Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς. Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδῶν καὶ τῶν ἀτόμων. Χρὴ δὲ γινώσκειν, ὅτι ὅσα κατηγορεῖται κατά τινος ὡς καθ' ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ συνωνύμως κατηγορηθήσεται, ὅσα δὲ ὁμωνύμως, οὐδαμῶς. Ἴδια δὲ τοῦ γένους πρὸς διαφοράν· ὅτι τὸ γένος ἐπὶ πλέον ἐστὶ τῶν ὑπ' αὐτὸ διαφορῶν καὶ τῶν ἄλλων τριῶν φωνῶν· ὅτι τὸ γένος περιέχει τὰς διαφορὰς δυνάμει· ὅτι τὸ γένος φύσει πρότερον τῶν διαφορῶν· ὅτι τὸ γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται· ὅτι τὸ προσεχὲς γένος ἕν, αἱ δὲ διαφοραὶ πλείους· ὅτι τὸ γένος ἀναλογεῖ ὕλῃ, μορφῇ δὲ ἡ διαφορά. 21 Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους. Κοινὰ γένους καὶ εἴδους· τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά· τὸ ὅλον τι εἶναι ἀμφότερα. Ἴδια δὲ γένους καὶ εἴδους· ὅτι τὸ γένος καθολικώτερόν ἐστι τοῦ εἴδους· ὅτι τὸ εἶδος περιττεύει τοῦ γένους ταῖς διαφοραῖς· ὅτι τὸ γένος συνωνύμως κατηγορεῖται τοῦ εἴδους, τὸ δὲ εἶδος οὐκ ἀντιστρέφει· ὅτι οὔτε τὸ γένος εἰδικώτατον οὔτε τὸ εἶδος γενικώτατον οὔτε τὸ γενικώτατον ἔσται εἶδος οὔτε τὸ εἰδικώτατον ἔσται γένος. 22 Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου. Κοινὰ γένους καὶ ἰδίου· ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται· ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κατηγοροῦνται ἀμφότερα· ὅτι συνωνύμως κατηγοροῦνται. ∆ιαφορὰ δὲ γένους καὶ ἰδίου· ὅτι φύσει πρότερον τὸ γένος τοῦ ἰδίου· ὅτι τὸ γένος κατὰ πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνός· ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ γένος οὐκέτι· ὅτι τὸ μὲν ἴδιον μόνῳ τῷ εἴδει ὑπάρχει, τὸ δὲ γένος οὐ μόνῳ. 23 Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος. Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος· ὅτι τὸ γένος πρότερον ὑπάρχει τῶν εἰδῶν, οἷς ὑπάρχει τὰ συμβεβηκότα, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα· ὅτι τοῦ μὲν γένους ἐπίσης ἡ μετοχή, τῶν δὲ συμβεβηκότων οὐκέτι· ὅτι τὸ συμβεβηκὸς προηγουμένως τοῖς ἀτόμοις ὑπάρχει καὶ τότε τοῖς εἴδεσι, τὸ δὲ γένος ἀνάπαλιν· ὅτι τὰ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται, τὰ δὲ συμβεβηκότα ἐν τῷ ποῖόν τί ἐστιν ἢ πῶς ἔχον. 24 Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους. Κοινὰ διαφορᾶς καὶ εἴδους· ὅτι ἐπίσης μετέχονται· ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδους· ὅτι ἡ μὲν διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι, τὸ δὲ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται· ὅτι ἡ διαφορὰ πλείονα εἴδη περιέχει καὶ τὰ τούτων ἄτομα, τὸ δὲ εἶδος μόνον τὰ ὑπ' αὐτὸ ἄτομα· ὅτι ἡ διαφορὰ φύσει προτέρα τῶν εἰδῶν· ὅτι διαφορὰ μετὰ διαφορᾶς συντίθεται, εἶδος δὲ μετὰ εἴδους οὐδαμῶς. 25 Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου. Κοινὰ διαφορᾶς καὶ ἰδίου· τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι· τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι. Ἴδια διαφορᾶς καὶ ἰδίου· ὅτι ἡ μὲν διαφορὰ πολλὰ εἴδη περιέχει, τὸ δὲ ἴδιον ἓν μόνον· ὅτι ἡ διαφορὰ οὐκ ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ ἴδιον ἀντιστρέφει. 26 Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος. Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτι ἡ διαφορὰ καὶ τὸ ἀχώριστον συμβεβηκὸς ἀεὶ πάρεισιν, οἷς κατηγοροῦνται.