βαλεῖν καὶ τρίτον ἐφεξῆς καὶ τοὺς ἄλλους ὁμοίως, τοῦ δευτέρου ἀεὶ τοσοῦτον ἀναπαύοντος τὴν βολὴν ὅσον ἐπὶ τὸν σκοπὸν φθάσαι τὸ τοῦ πρώτου βέλος. Εἶδον ἐγὼ πειρῶντάς τινας καὶ τὴν ἱστορίαν ἐκ πείρας ἔχω. Συνῆκται δὲ ὁ τῶν σταδίων ἀριθμὸς ὧδέ πως· ἓξ πλέθρα στάδιον ἰσχύει, ἓν δὲ καθ' ἕκαστον πλέθρον ἠνέχθη βέλος, ἀριθμουμένων δὲ εἰς ὥραν μίαν τῶν βελῶν, ἑξακισχιλίων οὐ πλείω κατὰ τὴν ὥραν ἐπέμφθη βέλη· (νόμιζε δὴ καὶ λογίζου τὸν ἀριθμὸν τῶν βελῶν εἰς ἑνὸς βέλους φοράν, τῷ διαστήματι, μὴ τῷ πλήθει τῶν πεμφθέντων τὴν ἐξέτασιν διδούς). Οὐκοῦν ἓν βέλος (ἓν γὰρ ἔστω τὰ πλείω τῇ ῥύμῃ τοῦ διαστήματος μετρούμενα) ἑξακισχίλια πλέθρα διῆλθεν ἀπὸ τῆς ὥρας ἀρχομένης εἰς τελευτῶσαν, ἅπερ σταδίους ποιεῖ χιλίους. ∆ιαστήματα δὲ δήπου τῆς νυκτὸς καὶ τῆς ἡμέρας, εἰς εἴκοσι καὶ τέσσαρας ὥρας ἀνακυκλουμένας, δισμυρίους καὶ τετρακισχιλίους εἶναι τίθει. Χίλιοι ἐπὶ τούτοις προστιθέσθωσαν, τῇ σχολῇ τῆς καθ' ἕκαστον παρασκευῆς δοθέντες, ὡς μὴ ἀνάριθμος μηδ' ἡ τῆς μελλήσεως ἀρχὴ γένοιτο. Ἔτι γε μὴν ἡμέρας μὲν καὶ νυκτὸς ἐν ταῖς ὥραις ἀνισότης ἔστιν ἀεί, καὶ πολλή γε. Ἢν οὖν τις τηρήσας ὥραν ἰσημερινήν, κατ' αὐτὴν ποιήσηται τὴν πεῖραν τῆς βολῆς, αὐτῷ συμβήσεται δισμυρίους <καὶ πεντακισχιλίους> γενέσθαι σταδίους. Ἐχρήσατο τῇ πείρᾳ ταύτῃ καὶ Σύρμος ὁ Σκύθης καὶ Βαρδησάνης ὁ Πάρθος, τάχα δέ που καὶ πλείονες. Εἶδον καὶ αὐτός, ἐν Ἀβγάρου τοῦ βασιλέως, Μάννου τοῦ παιδὸς αὐτοῦ πολλάκις πειράσαντος, ἐμοῦ ὑφηγησαμένου. Τοξότης οὕτω δεινὸς ἦν ὥστε, θήρας ποτε ἡμῖν οὔσης ἀμφὶ μεσημβρίαν (ἐτύγχανον δὲ καὶ αὐτὸς παριππεύων οὐ κυνηγέτης τις ὤν, ἀλλὰ τῆς θήρας θεατής), ἐκπηδᾷ μὲν ἔκ τινος λόχμης ἄρκτος ὑλαία, φοβερὰ προσελθεῖν, δεινή τις ἰδεῖν, ἀδύνατος τάχα καὶ βαλεῖν· ἐπτοημένων δὲ πάντων <καὶ ζητούντων> τῆς φυγῆς τὰς ὁδούς, ὁ Μάννος παρακελευσάμενος ἡμῖν θαρρεῖν, πάντα τὸν φόβον διέλυσεν δύο βέλη βαλών· τοὺς γὰρ ὀφθαλμοὺς κατατοξεύσας τῆς ἄρκτου, εὐχείρωτον ἐποίησεν αὐτήν, μηδὲ βλέπουσαν τοὺς κυνηγέτας. Ἦν δὲ ἄρα σοφὸς τοξότης Βαρδησάνης εἴπερ τις ἕτερος, οἶδά τ' ἄνθρωπον τοξεύσαντα οἷα ζωγράφον· ὁ δὲ τρόπος τοιόσδε· ἄνδρα κατάντικρύ ποτε ἔστησεν, νεανίαν καλὸν καὶ εὔρωστον ὃν καὶ γραφεὺς ἂν ἐξέκαμε μιμούμενος· προὐβάλλετο δὲ τὴν ἀσπίδα ὁ νεανίας, τοῦτο γὰρ προσέταξεν ὁ Βαρδησάνης ἐνδεικνύμενος τὴν τέχνην ἡμῖν θεαταῖς. Ὃ δέ, οἷα ζωγράφος ἀγαθός, τὸν κατέχοντα μετέθηκεν ἐπὶ τὴν ἀσπίδα· πρώτην μὲν δὴ τὴν κεφαλὴν ἔγραφεν ὀρθοῖς βέλεσι κύκλον κεφαλῆς μιμούμενος, εἶτα τῶν ὀφθαλμῶν τὰς βολάς, χειλέων ἁρμονίας, ῥυθμὸν γενείων, καὶ ὁ λοιπὸς ἄνθρωπος ἠκολούθει τῇ τάξει τοῦ σώματος. Ὃ δ' ἐσεμνύνετο τοξικῇ γραφικὴν συλλαβών, καὶ γράφων τοξεύμασι καὶ τοξεύων γραφάς. Ἐθαυμάζομεν δ' ὁρῶντες ὡς οὐ πολεμικὸν ἐπιτήδευμα τὸ τόξευμα ἦν, ἀλλ' ἦν τι καὶ τερπνόν, καὶ κίνδυνος ἡδονή. Ὃ δὲ καταθέμενος τὴν ἀσπίδα εἶδεν αὑτὸν ἐπὶ τοῦ οἰκείου ὅπλου γεγραμμένον καὶ ἔχαιρεν γενόμενος στρατιωτικὸν ζωγράφημα· τοῦτο μὲν οὖν ἔχω θαυμάσας. Σύρμον δὲ τί ἂν λέγοιμι; Σοφὸς καὶ ὁ Σύρμος τοξότης, οὐ ζωγραφήσας βέλεσιν ὥσπερ Βαρδησάνης, μηχανησάμενος δὲ πολέμιον βέλει ποιῆσαι βέλος. Καινὸν τὸ θέαμα, ἀλλ' οὐκ ἄπιστον. Εἶδον ἐγὼ βέλος ὑπὸ βέλος. Καινὸν τὸ θέαμα, ἀλλ' οὐκ ἄπιστον. Εἶδον ἐγὼ βέλος καὶ βέλος εὐτρεπιζόμενος ἕτοιμος <ἦν> βαλεῖν· ἀνθειστήκει δὲ αὐτῷ τις ἄποθεν ἄλλος ἀντιτοξότης· διάφορος δὲ ὁ τῆς τοξείας ἀγών· ὃ μὲν γὰρ βέλει ὡπλισμένῳ ἠγωνίζετο, ὃ δὲ γυμνῷ. Καὶ τοίνυν ὁ σκοπὸς ἦν ἑκατέρῳ βέλει βέλος συμβάλλειν, ἀλλὰ τὸ μὲν ἀπήντα μόνον ὥσπερ στρατιώτης γυμνὸς ὡπλισμένῳ πολεμίῳ, καὶ τολμηρὸν ἦν, <τὸ δὲ> ἅτε μὴ γεγυμνωμένον ἐπήγνυτο τῷ ἀπαντήσαντι καὶ εἷλκεν ἐξηρτημένον ὥσπερ πολέμιον αἰχμάλωτον· τὸ δὲ γεγυμνωμένον εἰλημμένον οὐ βέλος τὸ λοιπόν, ἀλλὰ βέλους λάφυρον ἦν. Ἰουλίου Ἀφρικανοῦ Κεστὸς ζʹ. 1.αππενδ Ἄλλως βάψαι <ὡς> ἔβενον διὰ βάθουσ Βδέλλας ζέσας εἰς ὄξος δριμὺ χάλα τὰ ξύλα καὶ ἔσται διὰ βάθους <βαπτά>, καὶ μετὰ ταῦτα