ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦ σιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν. Ἄνδρα ἐνταῦθα τὸν Θεόν φησι· τὸν γὰρ θυμὸν αὐ τοῦ τὸν ἐν τῇ κρίσει καταπραΰνει ἐφ' ἑαυτὸν, ὁ θερα πεύσας αὐτὸν ἐν ταῖς ἐντολαῖς αὐτοῦ· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν· ὥσπερ δὲ ὁ Κύριος ἡμῶν πάρ δαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημ μελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπι στοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτά νουσι· δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν, καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ γνώ σεως. 17.205 Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ· ὅπερ καθέδραν δυναστῶν ὀνομάζει, ἤγουν τῶν ἁγίων δυνάμεων· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς· καὶ ἐν δυνάσταις ὁρίζει γί νεσθαί τι, καὶ ποιοῦσι· τῷ γὰρ γνῶσιν ἔχοντι θείαν, κλίνονται πάντες· ἢ ἀντιλογίας ἐνταῦθα τοὺς ἐκ τῶν δαιμόνων καθ' ἡμῶν ἐγειρομένους λογισμούς φησι, τοὺς τῇ ἀρετῇ ἀντιπάλους, καὶ τοῦ Θεοῦ χωρίσαι ἡμᾶς σπεύδοντας· παύει δὲ ταύτας ἀφ' ἡμῶν ὁ τῆς γνώ σεως κλῆρος, καὶ τοὺς δυνάστας δαίμονας ὁρίζει ἀνα χωρεῖν, ὡς κεκληρωμένος τῷ Θεῷ, ἐξ αὐτοῦ τε καὶ ἄλλων ὡς θείαν γνῶσιν ἔχων. Ἢ τὴν ψυχὴν λέγει, ζωῆς καὶ θανάτου δεκτικὴν, ἀφ' ὧν τὸ αὐτεξούσιον δείκνυται τῶν νῦν τε καὶ τῶν μελλόντων τοὺς καρποὺς αὐτῆς ἀπολαῦσαι καλῶν τε ἢ κακῶν. Ὃς εὗρε σοφίαν ἀγαθὴν, εὗρε χάριτας Θεοῦ· -Ὁ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβὴς, ὡς ἐφευρετὴς αὐτῆς διάβολος. Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγ γέλους πολλούς· ὁ δὲ ἀκάθαρτος, ὃν πένητά φησι, καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία, ἀρετή ἐστι καὶ γνῶσις Θεοῦ, δι' ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυ νάμεσιν· εἴγε οἱ μετανοοῦντες ἄνθρωποι, χαρᾶς αἴ τιοι γίνονται τοῖς ἀγγέλοις· οὕτω καὶ ὁ Σωτὴρ φίλους καλεῖ, τοὺς δούλους ποτὲ, τῆς μείζονος αὐτοῦ θεωρίας καταξιώσας· οὕτω καὶ Ἀβραὰμ πλουτίσας ἐν γνώσει, τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς κατὰ τὴν μεσημβρίαν φανεῖσι φίλοις αὐτοῦ· Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα Κυρίου ἀπὸ Σαούλ· καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπνιγε τὸν Σαούλ· καὶ πνεῦμα Κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν, γὰρ, φησὶ, τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον· ὅτι δὲ ἄγγελοι τοὺς ἀνθρώπους ἐμπεπίστευνται, δι δάσκει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονῆτε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ πάλιν ὁ Ἰα κώβ· Ὁ ἄγγελός σου ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν. Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους, τὸν δημιουργὸν βλασφημοῦσι, μάρτυρές εἰσι ψευδεῖς· οὐκ ἀτιμώρητοι δὲ διαμένουσιν ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐν οχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. Οἱ χυδαῖοι οὐ τὸ ἀξίωμα τιμῶντες ἀποδιδόασι τὸν 17.208 φόβον, ἀλλὰ κόλακες ὄντες προσωποληπτοῦσιν· ὁ δὲ ἀληθὴς ἀνὴρ οὐ κολακεύσει τὸ κακὸν, ἀλλ' ἐλέγξει. Πᾶς ὃς μισεῖ τὸν πτωχὸν ἀδελφὸν, κατὰ τὸ, Μακά ριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βα σιλεία τῶν οὐρανῶν, καὶ ἀγάπης Θεοῦ καὶ ἀγγέλων μακρὰν ἔσται· ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου. -Ἀγαθὴν ἔννοιαν τὴν τοῦ Θεοῦ γνῶσιν ὠνόμασε, καὶ τοῖς εἰδόσιν αὐτὴν τοῖς καθαροῖς τῇ καρδίᾳ, εἴωθε τούτοις ἐγγιεῖν· ὁ δὲ πειθόμενος τού τοις εἰς μάθησιν, φρόνιμός ἐστι, καὶ εὑρήσει αὐτήν. -̔Ο πολλὰ κακοποιῶν δι' ἔργων καὶ λόγων, τελε σιουργεῖ κακίαν, ἥ ἐστιν πᾶσα ἁμαρτία· ὃς δὲ τε λεσιουργεῖ κατὰ ἀνθρώπων λόγους εἰς ἀπώλειαν, καὶ βλασφημίας κατὰ Θεὸν, οὐ σωθήσεται οὗτος. Οὔτε ἡ κατὰ ψυχὴν τρυφὴ, οὔτε ἡ κατὰ