γενεσιουργὸν θεωρεῖν· διὰ τοῦτο ουν ουτοι κολαζέσθωσαν. 27.6,7 Εὐλογητὸς Κύριος, οτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοη θός μου καὶ ὑπερασπιστής μου, ἐπ' αὐτῷ ηλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου. Εὐξάμενος κακὰ ἀνθρώποις, εὐλογεῖ τὸν Θεὸν, οτι εἰσήκουσεν αὐτοῦ· ἀλλὰ τὰ εἰρη μένα νοείσθω, οτι ευχεται μετάνοιαν καὶ διόρθωσιν τοῖς ἡμαρτηκόσι. -Καὶ ἀνέθα λεν ἡ σάρξ μου. Ποία σάρξ; περὶ ης ειρη ται, οτι οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ· ἡ γὰρ εἰς αὐτὸν, φησὶν, ἐλπὶς πρό ξενός μοι τῆς προμηθείας ταύτης ἐγένετο, διὸ δὴ τῆς διὰ τὴν φυγὴν κακουχίας ἀπαλ λαγεὶς, ἀνέθαλόν τε καὶ ηνθησα, καὶ τὴν ἐκ τῆς εὐθυμίας εὐεξίαν ἀπέλαβον. 28.1 ̓Ενέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Τιμή ἐστιν Θεοῦ σεβάσμιος ἀποδοχὴ μετ' εὐχαριστίας. 28.9 Φωνὴ Κυρίου καταρτιζομένου ἐλά φους, καὶ ἀποκαλύψει δρυμούς. Ανευ φωνῆς Κυρίου οὐκ αν γένοιτό τις ελαφος διαφθείρων τοὺς οφεις· ὁποῖος ην ὁ Παῦλος, κατὰ ἀνθρώπων θηριομαχῶν ἐν ̓Εφέσῳ. -Καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οις· Αἱ ἀλώπεκες ειχον φωλεοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ εχει ποῦ τὴν κεφα λὴν κλίνῃ. 29.1 Οτι ὑπέλαβές με, καὶ οὐκ ευφρα νας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ Κύ ριος διὰ τῶν ἀρετῶν· τοὺς δὲ ἐπιπλέον προ κεκοφότας διὰ τῆς φυσικῆς θεωρίας· ἐφ' οις οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί. Αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν· ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει, γνῶσις ουσα Θεοῦ πνευ ματική. Τὸ δέ· ὑπέλαβες, ἀντὶ τοῦ μετεώ ρισας. ̓Ανθ' ου ̓Ακύλας ειπεν· ̓Ανέσωσάς με.29.3 Κύριε, ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με. Μακάριος ὁ τὴν ἐν βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὡς δύνασθαι τῷ ἰατρῷ προσιέναι, καὶ λέγειν· Ιασαί με, Κύριε. Καὶ ἐγὼ ειπα· Κύριε, ἐλέησόν με, ιασαι τὴν ψυχήν μου. Νῦν δὲ τυχὼν τῆς ἰατρείας, εὐχαριστεῖ. Εστι δὲ ὁ Θεὸς τῶν δι' ἀγάπην οἰκειωθέντων αὐτῷ. 29.7 ̓Εγὼ δὲ ειπα· ̓Εν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Πνευματικὴ δὲ εὐθηνία, οταν ὁ σπόρος τοῦ ̓Ιησοῦ ἑκατονταπλάσιος γίνηται, ἐν ῃ τις μένων βεβαίως, ταῦτα δι' εργων φησίν. Στιχθείη δὲ καὶ εἰς τό· Ειπα. Τί δὲ ειπα; οτι εἰ ἐν τοιαύτῃ γίνομαι εὐθηνίᾳ, οὐ μὴ σα λευθῶ. ̔Ο δὲ Σύμμαχος ουτως· ̓Ηρεμίᾳ μου, φησὶν, τὸ γαληνὸν καὶ ἀτάραχον ἐμφαίνων τῆς καταστάσεως. 29.8 Κύριε, ἐν τῷ θελήματί σου παρέ σχου τῷ κάλλει μου δύναμιν, ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγ μένος. ̓Ωριγένους, Βασιλείου. Κατὰ μὲν ουν συμ μετρίαν καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς θεωρη μάτων, ενιοι τῶν σοφῶν τὸ κάλλος ἐνόησαν· κατὰ δὲ τὸ ἀποτελεστικὸν τῶν ὑπερβαλλο μένων ἐκ θεωρητικῶν ἀρετῶν, τὴν ἰσχὺν νενοήκασι. Πλὴν ινα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ, καὶ δύναμις τῶν δεόντων ἐπιτελε στικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. - ̓Αποστρέφει δὲ τὸ πρόσωπον ὁ Θεὸς, ἐκδι δοὺς πειρασμοὺς, ἐπὶ τὸ γνωσθῆναι τὴν ἐν αὐτοῖς καρτερίαν· ὑπὸ δὲ τῆς ὑπερεχούσης πάντα νοῦν εἰρήνης φρουρούμενοι, νικῶμεν τὴν ταραχὴν καὶ σύγχυσιν τῶν παθῶν. ̓Επεὶ ουν ἀντίκειται, τῷ μὲν θελήματι τοῦ Θεοῦ ἡ ἀποστροφὴ, τῷ δὲ κάλλει καὶ τῇ δυνάμει ἡ ταραχὴ, ειη αν ἡ ταραχὴ αισχος καὶ ἀσθένεια ψυχῆς ἐκ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώ σεως, δεῖ ουν ετοιμον ειναι, καὶ μὴ ταραχ θῆναι· ειρηται γάρ· ̔Ετοιμάσθην, καὶ οὐκ ἐταράχθην. 29.10 Τίς ὠφέλεια ἐν τῷ αιματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Η καὶ ουτως· πολλὰ μὲν ὠφέλησεν ὁ Σωτὴρ, λύτρον δοὺς ἀντὶ πολλῶν τὴν ψυ χήν. Ηὐδόκησεν γὰρ ὁ Πατὴρ τῇ ἐκχύσει τοῦ αιματος τοῦ ἀμνοῦ αὐτοῦ, ἀρθῆναι τὴν ἁμαρτίαν τοῦ κόσμου, ῥυσθέντος ἐκ τῆς ἁ μαρτίας τῆς ἀναστροφῆς πατροπαραδότου. Πρὸς δὲ τοὺς ἐπιμείναντας δυσσεβείᾳ καὶ τῇ κακίᾳ, ἡ τοῦ Σωτῆρος διαφθορὰ, τουτέστι τῆς σαρκὸς ἡ φύσις, η ον ὑπέμεινε θάνατος, ἀνόνητος ειναι δοκεῖ. 30.13 ̓Επελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρ δίας. Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερη μένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ ἐστερημένος ἀρετῶν. 30.24,25 ̓Αγαπήσατε τὸν Κύριον, πάν