Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐλθέτω ἡ βασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ ἡ βασιλεύουσα ἐν τοῖς θνη τοῖς ἡμῶν σώμασιν ἁμαρτία· πάντων δὲ τούτων βα σιλεύσῃ ὁ Θεός. Στίχ. γʹ. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου. Ἀναγκαίως δὲ καὶ τὸ καθ' ἡμέραν πρόσκειται. Οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ἡ ζωὴ ἡ ἀληθινὴ, ἵνα κατὰ Θεὸν ζήσῃ ὁ ἔσω ἄνθρωπος. Στίχ. εʹ, ʹ, ζʹ. Τὸ μὲν οὖν, Τίς ἐξ ὑμῶν, πρὸς τοὺς μαθητὰς λέ γεται· τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς Μωϋσῇ καὶ τῷ Ἀβραάμ. Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι. Αἰτεῖ δὲ ὁ μαθητὴς τὸν φίλον τρεῖς ἄρτους, βουλόμενος θρέψαι τῇ περὶ Τριά δος θεολογίᾳ τὸν γενόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, καθά φησιν· Ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιῆσαι οὐδέν. Ἀλλὰ πῶς ἀποκρίνεται ἔσωθεν ὁ φίλος λέ γων· Μή μοι κόπον πάρεχε; Ζητήσεις δὲ, μήποτε οἱ κοπιῶντες καὶ πεφορτισμένοι τοὺς ἑαυτῶν κόπους παρέχωσι τῷ Σωτῆρι. ∆ιὸ τὰς ἀσθενείας ἡμῶν φέ ρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἢ ὥσπερ τῷδε μὴ ὑπνοῖ ὁ Θεὸς, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγε ται· οὕτω καὶ κόπον ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ. Σὺ δὲ ὅρα, εἰ ἄρτος μὲν ἡ ἀναγκαία τῆς ψυχῆς 17.356 ἐν γνώσει τροφὴ, ἧς ἄνευ οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ, πῶς βιωτέον ἀκριβὴς λόγος· ἰχθὺς δὲ ἢ οἷον ὄψον φιλομάθεια· οἷον τὸ εἰδέναι σύστασιν κό σμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ με σότητα χρόνων, καὶ ὅσα ἑξῆς ἡ σοφία καταλέγει. Οὕ τως οὖν ἀντὶ ἄρτου λίθον οὐ δίδωσιν ὁ Θεὸς, ὃν ὁ διά βολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι· οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες. Ἐκεῖ γὰρ, φησὶν ὁ Ψαλμῳδὸς, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν· οὔτε ἁπλῶς ἀντὶ τροφίμου καὶ ὠφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα. Στίχ. λδʹ. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλ μός. Ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν. Ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. Στίχ. λεʹ. Σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκό τος ἐστίν. Στίχ. λʹ. Εἰ οὖν τὸ σῶμά σου φωτεινὸν, μὴ ἔχον μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζεται. Τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νο μίζω· Εἴπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινὸν, μηδαμῶς ἁμαρτά νοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κἀν φωτισμῷ τὸ σκότος λύοντι. Ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ὁ ἀπὸ τοῦ νοῦ φωτισμός· λύχνῳ δὲ ἐν ἀστραπῇ τὸ ἐν τῷ σώματι φῶς, πεφυ κότι εἶναι σκότος, ἀγομένῳ, ὅπου ὁ νοῦς βούλεται. Στίχ. ναʹ. Ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου. ∆ιὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς ἀποτυχόντες οἱ δήμιοι, καὶ τοῦ Ζαχαρίου τὸν θυμὸν ἀφιᾶσιν, ὡς λόγος. Κατ' αὐτὸ τοῦτο γοῦν καὶ διὰ τὴν παρθέ νον Μαρίαν μετὰ τὸ γεννῆσαι τὸν Σωτῆρα ἡμῶν. Ἐλ θοῦσα γὰρ προσκυνῆσαι, ἔστη ἐν τῷ τόπῳ τῶν παρ θένων. Καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσα σαν, ὁ Ζαχαρίας ἔλεγε τοῖς κωλύουσιν, ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων, ἔτι παρθένον οὖσαν. Ὡς οὖν σαφῶς παρανομοῦντα ἀπέκτειναν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, λειτουργοῦντα καὶ θύοντα τῷ Θεῷ, καὶ ἀναμιγνύουσι τὸ αἷμα τῷ αἵματι. ΚΕΦ. ΙΒʹ. Στίχ. ʹ. Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσα ρίων δυοῖν καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλε λησμένον ἐνώπιον τοῦ Θεοῦ; Στίχ. ζʹ. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε. Πολλῶν στρουθίων διαφέρετε. Τήρει δὲ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς ὁ Ματθαῖος. Πέντε δὲ στρουθία νῦν τὰς αἰσθήσεις τοῦ δικαίου αἰνίττεται· αἳ τῶν μετεώρων 17.357 καὶ ὑπὲρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς Θεοῦ, γευόμεναι ζῶντος