σώματος οὐ κολασθή σεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν. Καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ δὲ, «Ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα,» θνητοῦ ὄντος τοῦ σώματος, καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστά νειν, ὅπου τὸ σωματικὸν εἶδος, περὶ οὗ εἰρήκαμεν τῇ φύσει θνητὸν ὂν, «ὅταν Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν,» καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι σῶμα θανάτου ζωοποιηθὲν, διὰ τὸ Πνεῦμα τὸ ζωο ποιοῦν ἐκ τοῦ πνεύματος γεγονέναι. Καὶ τὸ, «Ἐρεῖ δὲ, Πῶς ἐγείρονται οἱ νεκροὶ, ποίῳ δὲ σώματι ἔρ χονται;» γυμνῶς παρίστησιν, ὅτι τὸ πρῶτον ὑπο κείμενον οὐκ ἀναστήσεται. Εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, ῥητέον, ὅτι ὁ σπερματικὸς λόγος ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακει μένης ὕλης, καὶ δι' ὅλης αὐτῆς χωρήσας, περιδρα ξάμενος αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυνά μεων ἐπιτίθησι τῇ ποτε γῇ, καὶ ὕδατι, καὶ ἀέρι, καὶ πυρὶ, νικήσας τὰς ἐκείνων ποιότητας, μετα βάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς εἰς ὑπερβολὴν δια φέρων τοῦ ἐξ ἀρχῆς κόκκου, μεγέθει καὶ σχήματι, καὶ ποικιλίᾳ. Τοῦ αὐτοῦ. Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις· ἀσε βῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται γὰρ οἱ 12.1100 ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλ' ἐν τῇ δευ τέρᾳ. Ὅτι γινώσκει ὁ Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Οὐδὲν ὑπὸ Θεοῦ γινώσκεται φαῦλον, ἀλλ' ἡ τῶν δικαίων ὁδός. «Ἔγνω» γὰρ «Κύριος τοὺς ὄντας αὐτοῦ.» Ὁδὸς δὲ δικαίων ὁ εἰ πών· «Ἐγώ εἰμι ἡ ὁδὸς,» περὶ οὗ λέλεκται· «Ἴδετε δὲ ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή.» Ὁδὸς δὲ ἀσεβῶν ἣν ὁδεύουσιν οἱ κακολογοῦντες τὸν ∆ημιουρ γόν. Ἀγνοεῖ δὲ καὶ οὐ γινώσκει τὰ κακὰ, οὐ τῷ δύ νασθαι αὐτὸν περιδράξασθαι πάντων, καὶ περιλαβεῖν τῇ διανοίᾳ αὐτοῦ (τοῦτο γὰρ ἀθέμιτον καὶ λογίζεσθαι περὶ Θεοῦ)· ἀλλὰ τῷ ἀνάξια εἶναι τῆς γνώσεως αὐ τοῦ. Τάχα διὰ τοῦτο (τολμηρότερον δὲ αὐτὸ ἐρεῖ ὁ λό γος) πυνθάνεται περὶ ὧν οὐκ οἶδεν· ὅταν γὰρ ἁμάρτῃ ὁ Ἀδὰμ, οὐκ οἶδεν αὐτὸν, οὐδὲ τὸν τόπον εἰς ὃν ἐκ πέπτωκε φεύγων ἀπὸ Θεοῦ. ∆ιό φησιν· «Ἀδὰμ, ποῦ εἶ;» Ὁμοίως δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ πυνθάνεται περὶ ὧν οὐκ οἶδεν, οὐκ ὄντων ἀξίων τῆς γνώσεως αὐτοῦ. Ἐπεὶ γὰρ οὐκ οἶδε τὸ δαιμόνιον, οὐδὲ τὸ ὄνομα αὑτοῦ, πυνθάνεται τί τὸ ὄνομα αὐτοῦ, ὅτε ἐκεῖνο ἀποκρίνε ται, ὅτι, «Λεγεὼν ὄνομά μοι.» Καὶ πρὶν τὴν ἄφεσιν τὴν περὶ τῆς σωτηρίας λαβεῖν τὴν αἱμοῤῥοοῦσαν, πυνθάνεται λέγων· «Τίς μου ἥψατο;» Τὴν ὁδὸν οὖν τῶν ἀδίκων ὁ Θεὸς ἀγνοεῖ, τὴν δὲ τῶν δικαίων γινώσκει. Τίς δὲ ἡ ὁδὸς τῶν δικαίων ἢ ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ὁδὸς,» ὃν γινώσκει ὁ Πατήρ; «Οὐ δεὶς γὰρ ἔγνω τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ.» Ἁρμόσει δὲ τοῖς περὶ γνώσεως καὶ ἀγνωσίας Θεοῦ τὰ συνεχῶς κείμενα ἐν ταῖς προφητείαις ὀνόματα, μνήμη καὶ λή θη Θεοῦ. Πολλάκις γὰρ ἐν εὐχαῖς εἴρηται τό· «Μνή σθητί μου·» καὶ, «Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν;» Ἀποῤῥίπτει γὰρ τῆς ἑαυτοῦ μνήμης τοὺς ἁμαρτάνοντας· ὥσπερ πάλιν προσίεται τοὺς μετα νοοῦντας, καὶ ἀναλαμβάνει τούτων τὴν μνήμην. ΨΑΛΜΟΣ Βʹ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ ρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, κ. τ. ἑ. ∆υσὶν ἐντυχόντες Ἑβραϊκοῖς ἀντιγράφοις, ἐν μὲν τῷ ἑτέρῳ εὕρομεν ἀρχὴν δευτέρου ψαλμοῦ ταῦτα· ἐν δὲ τῷ ἑτέρῳ συνήπτετο τῷ πρώτῳ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ, «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,» ἐλέγετο εἶναι τοῦ πρώτου ψαλμοῦ. «Ὡς γὰρ γέγραπται,» φησὶν, «ἐν πρώτῳ ψαλμῷ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Τὰ Ἑλληνικὰ μέντοι ἀντίγραφα δεύτερον εἶναι τοῦτον μηνύει. Τοῦτο δὲ οὐκ ἀγνοητέον, ὅτι ἐν τῷ Ἑβραϊκῷ οὐδενὶ τῶν ψαλ μῶν ἀριθμὸς παράκειται, πρῶτος εἰ τύχοι, ἢ δεύτε ρος, ἢ τρίτος. Τί δὲ τὸ λέγον ἂν εἴη πρόσωπον προ φητείαν περιέχον τὴν περὶ Χριστοῦ; Ἤτοι τὸ Πνεῦ 12.1101 μα τὸ ἅγιον, ἢ αὐτὸς ὁ προφήτης ἐστίν. Ἀπὸ δὲ τοῦ ∆ιαψάλματος μεταβολὴ γίνεται τοῦ λέγοντος· ἔστι γὰρ ὁ Χριστὸς, ὡς καὶ τοῦτο παραστήσομεν τὰς λέξεις ἐξετάζοντες.