κόρακες κατὰ τῆς ὄψεώς μου, καὶ λέγοντες· "Τί θέλεις, Μακάριε; Τί θέλεις, μοναχέ; Τί ἦλθες ἡμῶν εἰς τὸν τόπον; Οὐ δύνασαι μεῖναι ὧδε". Εἶπον οὖν αὐτοῖς, φησίν, ὅτι "Εἰσέλθω μόνον καὶ ἱστορήσω καὶ ἀπέρχομαι". 18.8 Εἰσελ θὼν οὖν, φησίν, εὗρον κάδιον χαλκοῦν κρεμάμενον καὶ ἅλυσιν σιδηρᾶν κατὰ τοῦ φρέατος, λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα, καὶ καρπὸν ῥοῶν οὐκ ἐχουσῶν ἔνδον οὐδὲν τῷ ἐξηράνθαι ὑπὸ τοῦ ἡλίου". Οὕτως οὖν ὑποστρέψας ἦλθε διὰ εἴκοσι ἡμερῶν. Ἐκλείψαντος δὲ τοῦ ὕδατος οὗ ἐβάσταζε καὶ τῶν ἄρτων, ἐν πολλῇ περιστάσει ἐγένετο. Καὶ ὡς ἐγγὺς ἐγένετο τοῦ ὀκλάσαι ὤφθη αὐτῷ κόρη τις, ὡς διηγήσατο, καθαρὰν ὀθόνην φοροῦσα καὶ κατέχουσα βαυκάλιον ὕδατος στάζον· 18.9 ἣν ἔλεγεν ἄποθεν αὐτοῦ εἶναι, ὡς ἀπὸ σταδίου, καὶ ἐπὶ ἡμέρας τρεῖς ὁδεύειν, βλέπων μὲν αὐτὴν μετὰ τοῦ βαυκα λίου ὡς ἑστῶσαν καταλαβεῖν δὲ μὴ δυνάμενος, ὡς ἐπὶ τῶν ὀνείρων, τῇ δὲ ἐλπίδι τοῦ πιεῖν ὑπομείνας ηὐτόνει. Μεθ' ἣν ἐφάνη πλῆθος βουβάλων, ἐξ ὧν ἡ μία ἔστη ἔχουσα μόσ χον· εἰσὶ γὰρ πολλαὶ ἐν τοῖς τόποις ἐκείνοις· καὶ ὡς ἔλεγεν ὅτι ἔρρει αὐτῆς τὸ οὖθαρ τοῦ γάλακτος. Ὑπεισελθὼν οὖν καὶ θηλάσας ἠρκέσθη. Καὶ ἕως τοῦ κελλίου αὐτοῦ ἦλθεν ἡ βούβαλος θηλάζουσα αὐτόν, τὸ δὲ μοσχάριον αὐτῆς μὴ δε χομένη. 18.10 Ἄλλοτε πάλιν ὀρύσσων φρέαρ πλησίον βλαστῶν φρυ γάνων ὑπὸ ἀσπίδος ἐδήχθη· ἀναιρετικὸν δέ ἐστι τὸ ζῷον· λαβὼν οὖν αὐτὴν ταῖς δύο χερσὶν ἀπὸ τῶν χελυνίων κρα τήσας διέσχισεν, εἰπὼν αὐτῇ· "Μὴ ἀποστείλαντός σε τοῦ θεοῦ, πῶς ἐτόλμησας ἐλθεῖν;" Εἶχε δὲ κέλλας διαφόρους ἐν τῇ ἐρήμῳ· μίαν ἐν τῇ Σκήτει τῇ ἐνδοτέρᾳ πανερήμῳ, καὶ μίαν εἰς Λίβα, καὶ μίαν εἰς τὰ λεγόμενα Κελλία, καὶ μίαν εἰς τὸ ὄρος τῆς Νιτρίας. Ὧν ἔνιαί εἰσιν ἀθυρίδωτοι, εἰς ἃς ἐλέγετο καθέζεσθαι τῇ τεσ σαρακοστῇ ἐν σκοτίᾳ· ἡ δὲ ἄλλη στενωτέρα, εἰς ἣν ἐκτεῖναι πόδας οὐκ ἴσχυεν· ἄλλη δὲ πλατυτέρα, ἐν ᾗ συνετύγχανε τοῖς φοιτῶσι πρὸς αὐτόν. 18.11 Οὗτος τοσοῦτον πλῆθος δαιμονιζομένων ἐθεράπευσεν ὡς ἀριθμῷ μὴ ὑποπεσεῖν. Ὄντων δὲ ἡμῶν ἐκεῖ παρθένος ἠνέχθη ἀπὸ Θεσσαλονίκης εὐγενής, πολυετίαν ἔχουσα ἐν παραλύσει. Ταύτην ἐν εἴκοσι ἡμέραις ἐλαίῳ ἁγίῳ ἀλείφων ταῖς ἑαυτοῦ χερσὶ καὶ προσευχόμενος, ὑγιῆ ἀπέστειλεν εἰς τὴν ἰδίαν πόλιν. Ἥτις ἀπελθοῦσα πολλὴν καρποφορίαν αὐτῷ ἀπέστειλεν. 18.12 Οὗτος ἀκούσας ὅτι μεγάλην ἔχουσι πολιτείαν οἱ Ταβεννησιῶται, μεταμφιασάμενος καὶ λαβὼν κοσμικὸν σχῆ μα ἐργάτου, δι' ἡμερῶν δεκαπέντε ἀνῆλθεν εἰς τὴν Θηβαΐδα διὰ τῆς ἐρήμου ὁδεύσας. Καὶ ἐλθὼν ἐν τῷ ἀσκητηρίῳ τῶν Ταβεννησιωτῶν ἐπεζήτει τὸν ἀρχιμανδρίτην τούτων, Παχώ μιον ὀνόματι, ἄνδρα δοκιμώτατον καὶ χάρισμα ἔχοντα προφη τείας· ᾧ ἀπεκρύβη τὰ κατὰ τὸν Μακάριον. Περιτυχὼν οὖν αὐτῷ λέγει· "∆έομαί σου, δέξαι με εἰς τὴν μονήν σου ἵνα γένωμαι μοναχός". 18.13 Λέγει αὐτῷ ὁ Παχώμιος· "Λοι πὸν εἰς γῆρας ἤλασας, καὶ ἀσκεῖν οὐ δύνασαι· οἱ ἀδελφοί εἰσιν ἀσκηταί, καὶ οὐ φέρεις αὐτῶν τοὺς πόνους· καὶ σκαν δαλίζῃ καὶ ἐκβαίνεις κακολογῶν αὐτούς". Καὶ οὐκ ἐδέξατο αὐτὸν οὔτε τὴν πρώτην οὔτε τὴν δευτέραν, μέχρις ἡμερῶν ἑπτά. Ὡς δὲ ηὐτόνησε παραμένων νῆστις, ὕστερον λέγει αὐτῷ· "∆έξαι με, ἀββᾶ, καὶ ἐὰν μὴ νηστεύσω κατ' αὐτοὺς καὶ ἐργάσωμαι, κέλευσόν με ἐκριφῆναι". Πείθει τοὺς ἀδελ φοὺς εἰσδέξασθαι αὐτόν· ἔστι δὲ τὸ σύστημα τῆς μιᾶς μονῆς χίλιοι τετρακόσιοι ἄνδρες μέχρι τῆς σήμερον. 18.14 Εἰσῆλθεν οὖν· παρελθόντος δὲ χρόνου ὀλίγου ἐπέστη ἡ τεσσαρακοστή, καὶ εἶδεν ἕκαστον διαφόρους πολιτείας ἀσκοῦντα· τὸν μὲν ἐσθίοντα ἑσπέρας, τὸν δὲ διὰ δύο, τὸν δὲ διὰ πέντε· ἄλλον δὲ πάλιν ἑστῶτα διὰ πάσης νυκτός, ἐν ἡμέρᾳ δὲ καθήμενον. Βρέξας οὖν θαλλοὺς τοὺς ἐκ φοινίκων εἰς πλῆθος ἔστη ἐν γωνίᾳ μιᾷ, καὶ μέχρις οὗ αἱ τεσσαράκοντα ἐπληρώθησαν ἡμέραι καὶ τὸ πάσχα παραγέγονεν οὐκ ἄρτου ἥψατο, οὐχ ὕδατος· οὐ γόνυ ἔκαμψεν, οὐκ ἀνέπεσε· παρεκτὸς φύλλων κράμβης ὀλίγων οὐκ ἐλάμβανε, καὶ τοῦτο κατὰ κυριακήν, ἵνα δόξῃ ἐσθίειν. 18.15 Καὶ εἴ ποτε ἐξέβαινεν εἰς τὴν χρείαν ἑαυτοῦ, θᾶττον πάλιν εἰσιὼν ἵστατο, μὴ λαλήσας μηδενί, μὴ ἀνοίξας τὸ στόμα, ἀλλὰ σιωπῇ ἐστώς· ἐκτὸς δὲ προσ ευχῆς τῆς ἐν τῇ καρδίᾳ καὶ τῶν θαλλῶν