ἐπίγνωσις καὶ κατάληψις καθώς φησιν· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἑξῆς· καὶ γὰρ διὰ τῆς γνώσεως αὐτῶν κτώμεθα τὴν βασιλείαν τῶν οὐρανῶν. 62 Mt 13, 31 32 Ὁ κόκκος τοῦ σινάπεως τὴν τῆς φράσεως καὶ διδασκαλίας εὐτέλειαν ᾐνίξατο, ἐξ οὗ τὸ μέγιστόν τε καὶ θερμότερον τῆς πίστεως πάσης τῆς οἰκουμένης ἐκράτησεν. 63 Mt 14, 1 2 Εἰκὸς μὲν τὸν Ἡρώδην πολλάκις ἀκοῦσαι τὰ περὶ Χριστοῦ, διὰ δὲ τὸν ἔμφυτον τοῖς τυράννοις τῦφον καὶ τὴν ἀλαζόνος γνώμην ὑπερορᾶν καὶ καταφρονεῖν τῶν λεγομένων. ὅτε δὲ λοιπὸν πᾶσα ἡ γῆ ἐκείνη τῶν θαυμάτων ἐπεπλήρωτο καὶ πλήθη ἄπειρα πρὸς τὴν διδασκαλίαν ἐπεστρέφοντο καὶ πάντα καὶ φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε καὶ αὐτὸς ἐν ἐκείνῳ τῷ καιρῷ ἀκούσας εἰς δέος καὶ θάμβος κατέστη, ὡς ἄρα μήποτε ὁ Ἰωάννης ἀνέστη, ὃν αὐτὸς εἴη παρανόμως ἀνελών. ἐν λογισμοῖς γὰρ ὑπάρχων τοῦ διαπεπραγμένου αὐτῷ μύσους (τὸ γὰρ μέγεθος τῆς ἀρετῆς τοῦ ἀνδρός, τὸ ἀνυπέρβλητον ἄγος τοῦ τολμήματος εἰς λήθην ἐλθεῖν τὸν τολμήσαντα οὐ συνεχώρει τοῦ μιάσματος)· ἐν τούτοις οὖν τὸν λογισμὸν μαστιζόμενος καὶ τῶν παραδόξων ἔργων τὴν ἀκοὴν ἐκπληττόμενος μόνον οὐ παρεῖναι τὸν ἀνῃρημένον καὶ δίκας εἰσπράττεσθαι τοῦ τολμήματος ἐφαντασιοῦτο. διὸ καὶ τοῖς παισὶ τὴν ὑπόνοιαν ἀνακοινοῦται οὐ θαρρῶν τοῖς ἄλλοις ἀποκαλύψαι τὴν ἀγωνίαν. Ὁ μὲν Ἡρώδης πολλάκις ἀκούσας τὰ περὶ Χριστοῦ διὰ τὴν ἔμφυτον αὐτοῦ κακίαν τὴν ὑπάρχουσαν ἀεὶ τοῖς τυράννοις καὶ τὸν τῦφον, ὑπερεώρα καὶ κατεφρόνει τῆς φήμης. ὅτε δὲ λοιπὸν πάντες ἀκηκόασιν καὶ πρὸς τὴν διδασκαλίαν ἔδραμον καὶ πάντα φθόνον καὶ τῦφον ἡ τῶν πραγμάτων ἐνίκα ἐνέργεια, τότε ἀκούσας ἐφοβήθη λίαν λέγων· μήποτε Ἰωάννης ἀνέστη, ὃν ἐγὼ ἀπεκεφάλισα· ψοφοδεὴς γὰρ ἡ μοχθηρία καὶ τοσοῦτον, ὡς καὶ τοὺς νεκροὺς δεδοικέναι. 64 Mt 14, 9 10 Λυπεῖται ὁ Ἡρώδης μεριζόμενος εἰς δύο, τῇ μὲν τοῦ ἀνδρὸς ἀρετῇ ἀναστελλόμενος τῆς μιαιφονίας, τῇ δὲ τῆς ὑποσχέσεως ἐπαγγελίᾳ οἰστρηλατούμενος πρὸς τὸν φόνον καὶ τῷ μὲν οἰκείῳ κεντούμενος συνειδότι, δεῖξαι δὲ τοῖς συνανακειμένοις φιλοτιμούμενος, ὡς εὔορκός τε εἴη καὶ οὐδενὸς φείδεται πρὸς ἀρέσκειαν αὐτῶν καὶ θεραπείαν πράττων· εἰκὸς γὰρ τοὺς κόρης ἀσελγοῦς ἀσελγέσι σχήμασι καὶ κινήμασιν ἐκμεθυσθέντας μηδὲ τὸν μισθὸν ἀναβληθῆναι ἐπιτρέπειν τῆς ἐπὶ ταῖς τῆς φύσεως ἀκολα σίαις καὶ ὕβρεσιν αὐτοὺς δεξιωσαμένης. καὶ ὅρα ὡς τρυφὴ καὶ ἀνθρωποπαρέσκεια φόνον ἀπέτεκεν τὸν ὅρκον ποιησαμένη παραπέτασμα. εἰ δὲ τὴν σὴν ἐπεζήτησεν, ἄθλιε, κεφαλήν, τί ἂν διέπραξας; ἆρα τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἀφοσιούμενος ἐξέτεμες ἄν; εἰ δὲ τῆς Ἡρωδιάδος αὐτῆς ὡς εἴθ' ὤφελεν; ἀλλὰ τί ταῦτα λέγω; εἰ μισθὸν ᾔτησεν τῆς παρανόμου μίξεως τὴν φυγήν, ἆρα τὴν ἐπαγγελίαν ἐφύλαξας; καίτοι πόσα ὑπῆρχεν ἐν τούτῳ ἀγαθά· ἀλλ' οὐκ ἂν οὐδ' ἀπαλλάξαι καλῶς ἐπέτρεψας τὸ κοράσιον, ὅς γε πάλαι νουθετοῦντα τὸν Ἰωάννην τὴν διάζευξιν ἀπέκτεινας ἄν, εἰ μὴ τοῦ πλήθους ἐπέσχεν ὁ φόβος· δι' ὃ καὶ ἡ λύπη σου πλάσμα καὶ σχῆμα καὶ ὑπόκρισις· εἰ γὰρ ἦν τελεία καὶ ἀληθής, οὐδὲν ἦν τὸ κωλύον ἀλογῆσαι τῶν πεπλασμένων προφάσεων καὶ καθαρὸν ὀφθῆναι τῆς μιαιφονίας. Ἐλυπεῖτο ὁ Ἡρώδης μεριζόμενος τὴν ψυχήν· καὶ ποτὲ μὲν τοῦ ἀνδρὸς ἀρετὴν αἰδούμενος ἀνεχαιτίζετο τῆς μιαιφονίας, ποτὲ δὲ τὴν ὑπόσχεσιν πληρῶσαι βουλόμενος διηγείρετο πρὸς τὸν φόνον δεῖξαι βουλόμενος ὡς εὔορκός ἐστι καὶ οὐδενὸς φειδόμενος τῶν πρὸς ἀρέσκειαν τῶν ἀνακειμένων. 65 Mt 15, 1 6 Καὶ τί κοινωνεῖ τῷ τῶν Φαρισαίων ἐγκλήματι τῷ αἰτιωμένῳ τὸ ἄνιπτον τῶν χειρῶν ἡ τιμᾶσθαι δεῖν παρακελεύουσα τοὺς γονεῖς ἐντολή; φιλαργυρίαν νοσοῦντες οἱ πρεσβύτεροι καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἔχαιρον τῷ περιέργῳ τῶν παραδόσεων καὶ ὁρῶντες λυμαινομένην αὐτοῖς τὴν τιμᾶν τοὺς γονεῖς κελεύουσαν ἐντολὴν καὶ τὸν ἐσπουδασμένον αὐτοῖς πόρον ἐγκόπτουσαν τί μηχανῶνται; ἐπιτειχίζουσιν αὐτῇ τὴν πασῶν μείζονα ἐντολῶν τὴν ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὰ ἑξῆς· οἱ