1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

15

ἀκούσωμεν αὐτοῦ τοῦ Θεοῦ διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἔντι μον, ἐκλεκτὸν, εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ 81.1301 πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Ἀκού σωμεν δὲ καὶ τοῦ μακαρίου ∆αβὶδ προθεσπίζοντος, καὶ βοῶντος· "Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο μοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας." Ταύ την δὲ τὴν μαρτυρίαν καὶ αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις Ἰουδαίοις προσήνεγκεν, "Οὐκ ἀνέγνωτε, λέγων· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;" Καὶ ὁ μακάριος δὲ Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, καὶ τοῦ Κυρίου τὴν προφη τείαν εἰς μέσον παραγαγὼν, φησίν· "Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς παρ' ὑμῶν τῶν οἰκοδο μούντων, ὃς ἐγένετο εἰς κεφαλὴν γωνίας." Καὶ ὁ μα κάριος δὲ Παῦλός φησιν· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ." Καὶ ἀλλαχοῦ φησι· "Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός." Καὶ πάλιν· "Ἔπινον, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός." Οὐκοῦν ὑπὸ Παλαιᾶς καὶ Νέας ∆ιαθήκης διδασκόμεθα τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν προσηγορεῦ[σ]θαι λί θον. Οὗτος γὰρ ἐτμήθη ἀπὸ ὄρους ἄνευ χειρῶν, γεννηθεὶς ἐκ Παρθένου γαμικῆς κοινωνίας χωρίς· οἶδε δὲ πολλάκις καὶ τὴν παρὰ φύσιν γέννησιν λα τομίαν ἡ θεία προσαγορεύειν Γραφή. Ἰουδαίους γὰρ Ἡσαΐας, τῆς παρὰ φύσιν γενομένης τῷ Ἀβραὰμ παιδογονίας ἀναμιμνήσκων, "Ἐμβλέψατε, ἔλεγεν, εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομή θητε." Οὐκοῦν ὄρος μὲν ἡ ∆αβιδικὴ φυλὴ, λίθος δὲ ὁ Χριστὸς κατὰ τὸ ἀνθρώπινον, οὐ κατὰ τὸν νόμον τῆς φύσεως τμηθείς· οὗτος δὲ πάλαι σμικρὸς φαινό μενος, δι' ἣν περιέκειτο φύσιν, ἀθρόον ἐδείχθη ὄρος μέγιστον, πᾶσαν πληρώσας τὴν οἰκουμένην. "Ἐπλη ρώθη γὰρ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας" Οὗτος πατά ξει τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς ὀστρακίνους καὶ σιδηροῦς, τουτέστι, καὶ τὴν ἐσχάτην καταπαύσει βασιλείαν, φροῦδόν τε καὶ ἀφανῆ ποιήσει. Οὐ γὰρ ἑτέρα ταύτην διαδέξεται βασιλεία, ἀλλὰ τὴν οἰκείαν γυμνώσει, καὶ πᾶσι ταύτην ὑποδείξει· ἐκείνων δὲ τῶν βασιλειῶν ἁπασῶν καὶ αὐτὴν ἀφανιεῖ τὴν μνήμην κονιορτοῦ δίκην, ἐξ ἅλωνος μὲν τικτομένου, ὑπὸ δὲ πνεύματος σκεδαννυμένου. Οὕτω τὸ ἐνύπνιον ἅπαν εἰρηκὼς τῷ βασιλεῖ, ἐπήγαγε· λ ϛʹ, λζʹ. "Τοῦτό ἐστι τὸ ἐνύπνιον, καὶ τὴν σύγκρι σιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως. Σὺ βασιλεῦ, βασιλεὺς βασιλέων." Οὐ κολακεύων τοῦτο 81.1304 εἴρηκεν, ἀλλὰ τῇ συνήθει προσηγορίᾳ χρησάμενος· κατὰ γὰρ πάντων τῶν ἐθναρχούντων, βασιλέων ὀνο μαζομένων, εἶχε τὸ κράτος. "Σὺ, φησὶ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασι λείαν κραταιὰν καὶ ἰσχυρὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ." Οὐ γὰρ ἀπὸ ἰσχύος, φησὶν, ἀνθρω πίνης πάντων περιγεγένησαι, ἀλλὰ τοῦ Θεοῦ, τοῦ τὴν ἐπουράνιον ἔχοντος βασιλείαν, ταύτην σοι δεδω κότος τὴν ἐξουσίαν, ὥστε τῶν ἐν παντὶ τόπῳ ὄντων ἀνθρώπων ἡγεμονεύειν τε καὶ βασιλεύειν, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων. Θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ δέδωκεν ἐν τῇ χειρί σου, καὶ κατ έστησέ σε κύριον πάντων. Καὶ θηρία μὲν καλεῖ τοὺς θηριωδέστερον ζῶντας βαρβάρους, πετεινὰ δὲ τοὺς συνέσει κεκοσμημένους, καὶ τῶν ἄλλων ἀνθρώ πων ὑπερτέρους, καὶ πτηνοὺς τὴν διάνοιαν. Τούτων, φησὶν, ἁπάντων ἀπέφηνέ σε βασιλέα. "Σὺ τοίνυν εἶ ἡ κεφαλὴ ἡ χρυσῆ·" τουτέστιν, ἡ σὴ βασιλεία. Οὔτε γὰρ περὶ τοῦ προσώπου λέγει, ἀλλὰ περὶ αὐ τῆς τῆς βασιλείας. Καὶ γὰρ μετὰ τὴν τελευτὴν αὐ τοῦ, Εὐϊλὰδ Μαρωδὰχ ἐβασίλευσε τῶν Βαβυλωνίων, καὶ μετ' ἐκεῖνον Βαλτάσαρ. Εἰ δὲ περὶ αὐτοῦ τοῦ προσώπου ἔφη, ὅτι "Σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ," πῶς νοήσομεν τό· "Ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου;" Οὔτε γὰρ τὴν τῶν υἱέων αὐ τοῦ βασιλείαν μηνύει, ἀλλὰ τὴν Περσικήν. Οὐκοῦν κεφαλὴ ἡ χρυσῆ οὐκ αὐτὸς ὁ Ναβουχοδονόσορ, ἀλλὰ πᾶσα ἡ τῶν