1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

15

Εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. ∆ιὰ τῶν πραγμάτων κελεύει γενέσθαι τὴν προφητείαν, καὶ προδηλωθῆναι δι' ὧν ὁ προφήτης ποιεῖν ἐκελεύετο τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν. κεʹ, κ ϛʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν. Καὶ τὴν γλῶσσάν σου συνδήσω πρὸς τὸν λάρυγγά σου, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί. Παι δοτρίβου δίκην ὁ ∆εσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσό μενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευό μενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν· πανταχοῦ δὲ προστίθησι, διότι οἶκος παρα πικραίνων ἐστὶ, διδάσκων μὴ δεδιέναι τοὺς τὸν Θεὸν "ἀδεῶς" παροξύνοντας· εὐκαταφρόνητοι γὰρ οἱ παράνομοι. κζʹ. Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στό μα σου, καὶ ἐρεῖς πρὸς αὐτούς. Τάδε λέγει Ἀδωναῒ Κύριος, Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθὼν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ ταῦτα σαφῶς δηλοῖ τὸ τῆς γνώμης αὐθαίρετον. Σὺ μὲν γὰρ, φησὶ, κοινὴν πᾶσι πρόσφερε τὴν διδασκαλίαν. ∆ιδά σκων δὲ τὸ τῆς εὐπειθείας ἑκούσιον, προστίθησι τοῖς λόγοις, ὅτι ὁ βουλόμενος ὑπακουέτω, καὶ ὁ ἀπειθῶν ὁ τἀναντία φρονῶν ἀντιλεγέτω· ἕκαστος γὰρ πρὸς τὴν αἵρεσιν τῆς γνώμης τὰ ἐπίχειρα δέξεται.

ΚΕΦΑΛ. ∆ʹ. αʹ, βʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ

προσώπου σου, καὶ διαγράψεις ἴσως ἐπ' αὐτὴν πόλιν τὴν Ἱε ρουσαλήμ· καὶ δώσεις περὶ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ' αὐτὴν χάρακα, καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. Τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν διαγράψαι κελεύεται· ἐν πλίνθῳ δὲ ἡ διαγραφὴ γίνεται, διὰ τὸ τῶν ἐνοικούντων σαθρόν· οὐ γὰρ ᾠκοδόμησαν αὑτῶν τὴν οἰκίαν κατὰ τὸν φρόνιμον ἐκεῖνον, ἐπὶ τῆς πέ τρας, ἀλλ' ἐπὶ τῆς ψάμμου· διὸ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν αὐτῶν τῇ οἰκίᾳ, καὶ ἔπεσε, καὶ ἐγένετο ἡ πτῶσις αὐτῆς μεγάλη. 81.856 γʹ. Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τεῖχος σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσ ωπόν σου ἐπ' αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. Τοῦ Θεοῦ τὸν τύπον ἐπέχειν ὁ προ φήτης κελεύεται· διὸ καὶ τήγανον σιδηροῦν μεταξὺ αὑτοῦ καὶ τῆς ἐν τῇ πλίνθῳ διαγραφομένης πόλεως θεῖναι προστάττεται, διδασκόμενος, ὅτι καὶ παρὼν ὁ Θεὸς, καὶ ἐφορῶν τὰ κατὰ τῶν Ἱεροσολύμων γινόμενα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει προνοίας· ἀλλ' ὥσπερ τινὶ τειχίῳ σιδηρῷ διειργόμενος, οὔτε ὁρῶν δόξει τὰ γινόμενα, οὔτε τῶν ἱκετευόντων ἀκούσεται. Ταῦτα δὲ, φησὶ, ποίησον, σημεῖον διδοὺς τὴν διὰ τῶν πραγ μάτων προφητείαν τοῖς νῦν ἀπειθοῦσι καὶ ἀντι λέγουσι. δʹ, εʹ. Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ' αὐτοῦ, κατ' ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν, ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. Καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας· καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ, καὶ συντελέ σεις αὐτάς. Μετὰ τὸν Σολομῶντα ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ δώδεκα φυλαὶ, καὶ αἱ μὲν δέκα ἐχρη μάτιζον ποτὲ μὲν Ἐφραῒμ, ποτὲ δὲ Ἰσραὴλ, ὁ δὲ Ἰούδα καὶ Βενιαμὶν ἐκαλοῦντο Ἰούδα· ἀλλ' ὅμως εἶς ὑπῆρχε λαὸς, ἀπό τε τοῦ Ἰσραὴλ καὶ τοῦ Ἀβραὰμ κατάγων τὸ γένος· διὸ ὡς ἐφ' ἑνὸς λαοῦ, ἃ κατὰ διαίρεσιν εἶπε, ταῦτα πάλιν συνῆψεν· ἀπονείμας γὰρ τὰς ἑκατὸν πεντήκοντα ἡμέρας τῷ Ἰσραὴλ, καὶ τῷ Ἰούδᾳ τὰς τεσσαράκοντα, πάλιν συνῆψεν, ὡς ἐφ' ἑνὸς σώματος καὶ μιᾶς συγγενείας, τὰς ἑκατὸν ἐν νενήκοντα ἡμέρας· συνάψας δὲ διεῖλεν αὖθις, καί