μʹ, μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ. τκʹ ἔτος τῆς ἐπαγγελίας. μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ. τλʹ ἔτος τῆς ἐπαγγελίας. νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξαʹ, ξβʹ, ξγʹ, ξδʹ, ξεʹ. τμʹ ἔτος τῆς ἐπαγγελίας. ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, οαʹ, οβʹ. Τούτῳ τῷ οβʹ ἔτει τῆς ἑαυτοῦ ἡλικίας Ἀμβρὰν γεννᾷ τὸν Ἀαρὼν ἐκ τῆς Ἰωχαβέθ. ογʹ, οδʹ, οεʹ. Τούτῳ αὐτοῦ τῷ ἔτει γεννᾷ Ἀμβρὰν τὸν Μωϋσῆν ἐκ τῆς αὐτῆς Ἰωχαβέθ, θυγατρὸς ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ. τνʹ ἔτος τῆς ἐπαγγελίας. Μωϋσῆς πʹ, ὁμοῦ γωλζʹ. αʹ. Πρῶτον ἔτος ἀναστρεφομένου Μωϋσῆ ἐν Αἰγύπτῳ. Τούτῳ τῷ ἔτει Φαραὼ βασιλεὺς Αἰγύπτου ἐκέλευσεν τὰ ἄῤ116 ῥενα τῶν Ἑβραίων βρέφη εἰς τὸν ποταμὸν ῥίπτεσθαι. καὶ πολλῶν βασιλέων ἡγουμένων Παλμανωθὴς ἐβασίλευσεν τῶν περὶ Ἡλιούπολιν τόπων. οὗτος δὲ μετὰ τῶν ἄλλων βασιλέων φαύλως τοῖς Ἑβραίοις προσεφέρετο. καὶ γεγόνει τούτῳ τῷ Παλμανωθῇ θυγάτηρ ὀνόματι Μεῤῥί, ἣν ἐξέδοτο Χενεβρὼν βασιλεύοντι τῶν ὑπὲρ Μέμφιν τόπων. αὕτη δὲ ἡ Μεῤῥὶ στεῖρα οὖσα τὸν Μωϋσῆν ῥιφέντα εἰς τὸν ποταμὸν ἀνελομένη ἀνεθρέψατο εἰς υἱόν. βʹ. ∆ευτέρῳ ἔτει Μωϋσῆ οζʹ ἔτος τῆς ἑαυτοῦ ἡλικίας ἄγων Ἀμβρὰμ γεννᾷ ἐκ τῆς Ἰωχαβὲθ Μαριὰμ τὴν προφῆτιν. γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ. τξʹ ἔτος τῆς ἐπαγγελίας. ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ. τοʹ ἔτος τῆς ἐπαγγελίας. καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ. τπʹ ἔτος τῆς ἐπαγγελίας. λαʹ. Τούτῳ αὐτοῦ τῷ ἔτει Μωϋσῆς κτίζει τὴν Ἑρμούπολιν, καὶ Αἰθίοψιν ἐπολέμησεν ἐπὶ ἔτη ιʹ. 117 Τοῦ δὲ Χενεφρὼν βασιλέως τῶν ὑπὲρ Μέμφιν τόπων διὰ φθόνον ἐπιβουλεύοντος τῷ Μωϋσεῖ, καὶ τῆς Μεῤῥίνης τῆς γυναικὸς αὐτοῦ τῆς ἀνελομένης τὸν Μωϋσῆν ἐκ τοῦ ποταμοῦ εἰς υἱὸν ἑαυτῆς τελευτησάσης καὶ ταφείσης εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους, ἔκτισε πόλιν Ἑρμούπολιν Μωϋσῆς, ἥντινα Μεῤῥὶν κληθῆναι παρεσκεύασεν. Εἶτα γνοὺς Μωϋσῆς τὴν τοῦ Χενεφρὼν ἐπιβουλὴν φονεύει Χανεθώθην τὸν μέλλοντα ἀναιρεῖν τὸν Αἰγύπτιον, καὶ οὕτω φεύγει εἰς Ἀραβίαν πρὸς Ῥαγουὴλ τὸν τῶν τόπων ἄρχοντα, καὶ ἔλαβε Σεπφώραν τὴν θυγατέρα Ῥαγουὴλ πρὸς γάμον. ταῦτα ἱστορεῖ Ἀρτάβανος. Εὐπόλεμος δέ φησι Μωϋσῆν πρῶτον σοφὸν γενέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶτον, Φοίνικας δὲ παρὰ Ἰουδαίων παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων, νόμους δὲ πρῶτον Μωϋσέα γράψαι τοῖς Ἰουδαίοις. Ἐκ τοῦ Ἀβραὰμ καὶ Χεττούρας γεννᾶται Ἰεζάν, ἐκ τοῦ Ἰεζὰν γεννᾶται ∆αδάν, ἐκ τοῦ ∆αδὰν γεννᾶται Ῥαγουήλ, ἐκ Ῥαγουὴλ γεννᾶται Ἰοθὼρ καὶ Ἰακώβ, ἐκ τοῦ Ἰοθὼρ γεννᾶται Σεπφώρα, ἣν ἔγημε Μωϋσῆς. ἀπὸ οὖν Ἀβραὰμ Μωϋσῆς ἕβδομος, ἡ δὲ Σεπφώρα ἕκτη γενεαλογεῖται. λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ, μʹ τϟʹ ἔτος τῆς ἐπαγγελίας. 118 Τούτῳ τῷ ἔτει Μωϋσῆς τὰς ἐν Αἰγύπτῳ καταλιπὼν διατριβὰς κατὰ τὴν ἔρημον ἐφιλοσόφει. μαʹ, μβʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, μθʹ, νʹ. υʹ ἔτος τῆς ἐπαγγελίας. ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ. υιʹ ἔτος τῆς ἐπαγγελίας. ξαʹ, ξβʹ. Τούτῳ τῷ ξβʹ ἔτει Μωϋσέως Ἀμβρὰν ὁ πατὴρ αὐτοῦ τελευτᾷ ζήσας ἔτη ροζʹ. ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ. υκʹ ἔτος τῆς ἐπαγγελίας. οαʹ, οβʹ, ογʹ, οδʹ, οεʹ, οϛʹ, οζʹ. Μωϋσῆς θεοφανείας ἐπὶ τοῦ Σιναίου ὄρους ἠξιοῦτο. οηʹ, οθʹ, πʹ. υλʹ ἔτος τῆς ἐπαγγελίας. Ἰουδαϊσμὸς ἀπὸ τῶν χρόνων τοῦ Ἀβραάμ, τὸν χαρακτῆρα τοῦ Ἀβραὰμ διὰ περιτομῆς εἰληφώς, καὶ ἐν τῷ Μωϋσῇ ἑβδόμῳ ἀπὸ Ἀβραὰμ διὰ τοῦ δοθέντος νόμου ἀπὸ τοῦ θεοῦ πλατυνθείς, ἀπὸ δὲ Ἰούδα τοῦ τετάρτου υἱοῦ τοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος Ἰσραὴλ διὰ ∆αβὶδ τοῦ βασιλέως πρώτου ἀπὸ τῆς αὐτοῦ τοῦ 119 Ἰούδα φυλῆς τὸ τέλειον τοῦ ἰουδαϊσμοῦ ὀνόματος κεκληρωμένος, καθὰ σαφῶς περὶ τούτων τῶν αἱρέσεων ὁ ἀπόστολος Παῦλος ἐπιστέλλων ἔλεγεν, "ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις." Μωϋσῆς ἐν τῇ ἐρήμῳ μʹ, ὁμοῦ γωοζʹ. παʹ. Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου· καὶ