De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
*** ΚΕΦ. ϟζʹ. Ἐπὶ προαγωγῇ προέδρου τῆς ἁπάσης συγκλήτου.
Ἡ τοῦ προέδρου τῆς συγκλήτου ἀξία τόδε βραβεῖον ἔχει· διρόδινον χιτῶνα καὶ χρυσόθετον καὶ ζώνην διάλιθον ἁλουργῆ, χλαμύδα διάλευκον περιορνευμένην ἐκ διαχρυσοθέτων καὶ ταβλίων δύο χρυσοπάστων καὶ κισσοφύλλων μικρῶν. παρὰ τοῦ βασιλέως δίδονται ἐν τῷ χρυσοτρικλίνῳ τῷ τιμωμένῳ, ἃ καὶ λαβὼν πίπτει καὶ κατασπάζεται τοὺς βασιλικοὺς πόδας καὶ τὰ γόνατα, καὶ ἀνιστάμενος ἀπέρχεται ἐν τῷ ναῷ τοῦ ἁγίου Θεοδώρου ἐν αὐτῷ τῷ χρυσοτρικλίνῳ, καὶ ἐνδύε 441 ται ταῦτα παρὰ τοῦ τῆς καταστάσεως, παρόντος καὶ τοῦ πραιποσίτου, (τῶν καὶ προσαγόντων αὐτὸν πρότερον πρὸς τὸν βασιλέα ἀπὸ σκαραμαγγίου καὶ μάνικος καὶ κατακοιλίου διὰ τοῦ βήλου τῶν ἀργυρῶν πυλῶν, τῆς συγκλήτου ἱσταμένης ἐν τῷ αὐτῷ τρικλίνῳ μετὰ ἀλλαξιμάτων, ἐστεμμένου ὄντος τοῦ βασιλέως.) καὶ μετὰ τὸ ἐνδυθῆναι ἐξάγεται παρ' αὐτῶν, καὶ πάλιν κατασπάζεται τοὺς πόδας τοῦ δεσπότου καὶ τὰ γόνατα, καὶ εὐχαριστῶν ἵσταται ἐν τῷ μέσῳ. καὶ προσέρχεται καὶ ἡ σύγκλητος, εὐχαριστοῦσα τῷ δεσπότῃ, καὶ ἀπέρχεται ἐν τῇ ἰδίᾳ τάξει. καὶ εἶθ' οὕτως ἀναβιβάζεται ὁ τιμηθεὶς διὰ τοῦ πραιποσίτου ἄνωθεν τῶν μαγίστρων καὶ δίδοται τὸ νεῦμα, καὶ ἐξέρχεται σὺν τῇ συγκλήτῳ, καὶ κατασπάζεται ὑπ' αὐτῆς, καὶ ἀπέρχεται ἐν τῇ ἁγίᾳ Σοφίᾳ φορῶν ταῦτα. καὶ ὀψικευόμενος παρά τε τοῦ τῆς καταστάσεως καὶ τοῦ πριμικηρίου τοῦ κουβουκλείου καὶ τῶν σιλεντιαρίων, διερχόμενος διὰ τῆς χαλκῆς καὶ ἀκτολογούμενος παρὰ τῶν δύο μερῶν, ὥσπερ οἱ πατρίκιοι, καὶ δεχόμενος εὐχὴν παρὰ τοῦ πατριάρχου, ἀπέρχεται ἐν τῷ οἴκῳ αὐτοῦ, εὐφημούμενος παρὰ τῶν δήμων. ἐφέπονται δὲ τούτῳ μάγιστροι καὶ πατρίκιοι ὅσοι βούλονται, καὶ συνεστιώμενοι ἀναχωροῦσι. καὶ ἐκ τότε ἐν μὲν ταῖς κοιναῖς ἡμέραις προερχόμενος ἐνδύεται 442 εἰς τὸν ἅγιον Στέφανον τοῦ ἱπποδρόμου σκαραμάγγιον ὀξὺν πρασινοτρίβλαττον καὶ κατακοίλιον καὶ ῥοήσιον ἔχον ἐξαβούλιν χρυσᾶ περιορνευμένη διὰ χρυσῶν θετῶν καὶ κισσοφύλλων μικρῶν. καὶ ἐν τῷ εἰσέρχεσθαι αὐτὸν, ὀψικευόμενος παρὰ τοῦ ἀκολούθου, πρῶτον μὲν προσυπαντᾷ αὐτῷ ὁ δρουγγάριος τῆς βίγλης καὶ οἱ μάγιστροι καὶ οἱ κριταὶ οἱ ἐν τῷ ἱπποδρομίῳ καθεζόμενοι, καὶ χαιρετίζουσιν αὐτὸν, καὶ ἀντιχαιρετίζονται παρ' αὐτοῦ. εἶτα εἰσέρχεται διὰ τῶν σκύλων, προσυπαντᾶται ἐν τῇ ἀρχῇ τοῦ Ἰουστινιανοῦ τρικλίνου παρὰ τῶν σιλεντιαρίων καὶ τοῦ ἀδμινσουναλίου, κἀκεῖθεν παρὰ τῶν τοῦ κουβουκλείου, εἶτα ἐν τῷ μέσῳ τοῦ αὐτοῦ τρικλίνου παρὰ τῶν πρωτοσπαθαρίων καὶ σπαθαροκανδιδάτων καὶ λοιπῶν, καὶ χαιρετίζεται παρ' αὐτῶν, καὶ ἀντιχαιρετίζει αὐτούς. εἶτα εἰσέρχεται εἰς τὸν λαυσιακὸν, προσυπαντᾶται παρὰ τοῦ πραιποσίτου καὶ τοῦ ἑταιρειάρχου καὶ λοιπῶν συγκλητικῶν. (τὸ αὐτὸ ποιεῖ καὶ ὅτε προσυπαντᾶται παρὰ τοῦ πραιποσίτου τοῦ πατριάρχου. ὁμοίως τὸ αὐτὸ ποιεῖ καὶ ὁ πριμικήριος τοῦ κουβουκλείου μετὰ τῶν πριμικηρίων ὀστιαρίων.) καὶ προκάθηται τῶν μαγίστρων καὶ πραιποσίτων, καὶ πρὸς τὸν βασιλέα εἰσερχόμενος, ὥσπερ τὸ παλαιὸν ὁ πραιπόσιτος, ἀμέσως εἰσέρχεται, τιμώμενος ὑπὸ πάντων. ἐν δὲ ταῖς ἑορταῖς φορῶν ἅπερ ἔλαβεν ἀλλάξιμα σὺν καμπαγίοις καὶ ἁ 443 λουργέσι καμποτούβοις προπορεύεται ἔμπροσθεν τοῦ βασιλέως. ἐν δὲ ταῖς ἱππικαῖς προελεύσεσι τὰ δίροδα διάχρυσα στιχάριον καὶ σαγίον, συμπορεύεται τῷ πραιποσίτῳ, καὶ ὁπηνίκα μέλλει στέφεσθαι ὁ βασιλεὺς ἢ ἀποστέφεσθαι, σύνεστι τούτῳ. αἱ ἀκτολογίαι τῶν μερῶν· "πολλὰ ἔτη τοῦ βασιλέως· ὁ δεῖνα βασιλέως αὐτοκράτορος πολλὰ τὰ ἔτη· ὁ δεῖνα τοῦ εὐτυχεστάτου καίσαρος πολλὰ τὰ ἔτη· καλῶς ἦλθες, λαμπρότατε πρόεδρε τῆς συγκλήτου. καλῶς ἦλθες, ὁ πιστὸς δοῦλος καὶ φίλος τοῦ βασιλέως ἀναφανείς· καλῶς ἦλθες, ἠγαπημένε τῷ θεοστέπτῳ βασιλεῖ· καλῶς ἦλθες, ἠγαπημένε τῷ εὐτυχεστάτῳ καίσαρι· καλῶς ἦλθες, ἠγαπημένε τῇ συγκλήτῳ· καλῶς ἦλθες, ἠγαπημένε τῷ δήμῳ παντί. δόξα Θεῷ τῷ δοξάσαντι τὸν δεσπότην· δόξα Θεῷ τῷ μεγαλύναντι τὸν εὐτυχέστατον καίσαρα· δόξα Θεῷ τῷ τιμήσαντί σε πρόεδρον τῆς συγκλήτου· δόξα Θεῷ τῷ μόνῳ βασιλεῖ τῷ προβιβάζοντι ἀξίως τοὺς ἀξίους καὶ σὲ, ὁ δεῖνα, τιμήσαντι τῇ τοῦ προέδρου λαμπροτάτῃ ἀξίᾳ. καλῶς ἦλθες, προβολὴ εὐεργέτου· καλῶς ἦλθες, ὁ εὐγενὴς ἐκ προγόνων· καλῶς ἦλθες εἰς φιλοῦντά σε δῆμον· ἀξίως σὲ ἠγάπησεν ὁ δεσπότης, ὡς ὄντα καθαρὸν καὶ ἐπάξιον. ἀλλ' ὁ πάντων ποιητὴς καὶ δεσπότης φυλάξῃ σὲ, λαμπρότατε πρόεδρε τῆς συγκλήτου, εἰς πλήθη χρόνων. πολυχρόνιον ποιήσει ὁ Θεὸς τὸν αὐθέντην, τοὺς ἀπελτ...., ὁμοίως τοῖς πατρικίοις."