1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

16

ἐπήξατο, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι πώποτε, βλάσφημα στόματα καὶ μηδὲν εἰδότα ἢ λόγους ἀπερυγγάνειν σαθρούς.

2.23 ∆ιὰ πνεύματος ἄλλοι φησὶν ἐργάζεσθαι τὸν υἱὸν ἢ ἐν πνεύματι· εἰ τῶν εἰρημένων ἐξέχῃ μοι ἐννοιῶν, οὐδέν σοι ἄπορον τῶν λογίων φανήσεται, καὶ τὸ ἐν δακτύλῳ θεοῦ ἐκβάλλειν τὰ δαιμόνια, ἐπεὶ βραχίων ὠνόμασται, καλῶς σοι γνωσθήσεται, καὶ ἡ τοῦ ζῶντος ὕδατος δόσις παρὰ υἱοῦ εὐχερῶς νοηθήσεται, καὶ πάντα τὰ τοιαῦτα τῶν λόγων ἀκρι βῶς σοι καταληφθήσεται. θέλεις προβαλοῦμαί σοι καὶ αὐτὸς μικράν τινα τὴν ἐρώτησιν, ἐκ τῶν σῶν ὑποθέσεων προσει ληφὼς καὶ τὰς ἀφορμάς; φῂς πάντως ἐκ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι; «πάνυ γε.» φῂς δὲ τοῦτο καὶ ἐκ τοῦ υἱοῦ; «μάλιστα.» αἴτιος δὲ ὁ πατήρ, αἰτιατὸς δὲ ὁ υἱός; «ναὶ πάντως.» οὐκοῦν ἐξ αἰτίου καὶ αἰτιατοῦ αἰτιατὸν τὸ πνεῦμα καθέστηκε; «καὶ τοῦτο πάντως.» ἐκ προτέρου γοῦν καὶ ὑστέρου; εἰ δὲ ταῖς τοιαύταις ἀσχάλλῃ φωναῖς, ἐπεὶ μὴ εἴη πρότερον καὶ ὕστερον ἐν τριάδι ὡς χρόνον τῶν ὀνο μάτων ὑπεμφαινόντων, ἀλλ' οὖν παραδέξῃ τὸ αἴτιον καὶ αἰτιατὸν καὶ τὸ ἄμεσον καὶ τὸ ἔμμεσον; «οὐχ ἥκιστά γε.» εἰ γοῦν ταῦτα ὑποθέσεις σαὶ καθεστήκασι καὶ ὁμολογεῖς καὶ οὐκ ἀμφιβάλλῃ καθάπαξ, πρόσχες τοῖς ἑπομένοις. οὐκ ἔστι διάφορος λόγος ἐξ αἰτίου λέγειν καὶ ἐξ αἰτιατοῦ, ἅτερος δὲ ἐξ ἀμέσου καὶ ἐξ ἐμμέσου; πάντως γε ἄλλος, καὶ τοσοῦτον ἄλλος, ὅσον καὶ ὁ πατὴρ ἄλλος καὶ ὁ υἱὸς ἄλλος, κἂν οὐκ ἄλλο καὶ ἄλλο. τοῦτο γοῦν ἡμεῖς τὸ ἐξ αἰτίου καὶ ἐξ ἀμέσου καὶ ἐκ πρώτου, ταὐτὸ δὲ εἰπεῖν ἐκ πατρὸς ἐκπο ρεύεσθαι τὸ πνεῦμα τὸ ἅγιον λέγομεν, τῷ πρώτῳ αἰτίῳ, τῷ μὴ αἰτιατῷ, τῷ ἀμέσῳ τὴν τοιαύτην ἀνατιθέντες φωνήν, ἣν καὶ ὁ κύριος εἴρηκεν. τῷ δὲ δευτέρῳ καὶ αἰτιατῷ καὶ ἐμμέσῳ, ταὐτὸ δ' εἰπεῖν τῷ υἱῷ οὐ διδόαμεν ταύτην, ἵνα τὴν διαφορὰν τῶν προσώπων καὶ τῶν ἐν αὐτοῖς παραστή σωμεν ἰδιωμάτων, ἀλλὰ τὰς ἄλλας φωνάς, ἵνα τὸ ἕτερον ἀποδείξωμεν. ὁρᾷς ὅπως καὶ κατὰ τὰς σὰς ὑποθέσεις ἐπὶ τοῦ υἱοῦ ἡ ἐκπόρευσις βλαβερὰ κἀκ τῶν σῶν περισκελίζῃ προτάσεων, τὸ δὲ ἐμὸν οὐδέν τι τῶν κειμένων λυμαίνεται. εἰ δὲ βιάζῃ ὡς ἐξ ἑνὸς τῶν δύο τὸ πνεῦμα προβάλλει, συναλοιφὴν εἰσάγεις τῶν προσώπων συστολήν τε καὶ σύγχυ σιν-ποῦ δὲ τοιοῦτον ἐν τοῖς ἐμοῖς; -ὥστε καὶ τὸ σὸν φυλάττεσθαι δόγμα τὸ ἐξ υἱοῦ τὸ πνεῦμα καὶ τὸ ἡμέτερον μὴ σαλεύεσθαι, λέγω δὴ τὸ μὴ ἐξ αὐτοῦ ἐκπορεύεσθαι, ἤγουν λαμβάνειν τοῦτο τὴν ὕπαρξιν ἅμα τῷ υἱῷ συνουσιω μένον ἐκ τοῦ πατρός.

2.24 Τούτου χάριν οὐδ' εἰς πλάτος εἴληφεν ἡ ἡμετέρα ἐκ κλησία ἐξ υἱοῦ ὁπωσοῦν λέγειν τὸ πνεῦμα τὸ ἅγιον, ἀλλά γε δὴ δι' υἱοῦ· τοῦτο γὰρ τὸ ἔμμεσον παριστᾷ καὶ τὴν σχέσιν, ἣν ἔσχηκε πρὸς αὐτὸν εἰς οἰκείαν ἔκφανσιν. οὐ γὰρ ἂν ἄλλως ἐκφανήσεται τὸ πνεῦμα τὸ ἅγιον εἰ μὴ ἄρα γε δι' υἱοῦ. πρώτως γὰρ ἐκ πατρὸς τελείαν ἐσχηκὸς ὕπαρξιν οὐ σὺν ἄλλῳ τῳ οὐδ' ἐν ἄλλῳ τῳ ἀλλ' ὡς σὺν υἱῷ τε καὶ ἐν υἱῷ, ἐκεῖθεν αὖθις ἀνέφανεν. ἐκεῖνο μὲν οὖν ὀνο μαστέον ἐκπόρευσιν, τοῦτο δ' ἔκφανσιν. τὸ μὲν γὰρ ἐξ οὐρανοῦ κατιέναι τὸ πνεῦμα εἰς Ἰησοῦν βαπτιζόμενον πολλὴν παρίστησι τοῦ νοήματος τὴν ἐνέργειαν. φυλάττομεν δὲ οὕτω λέγοντες καὶ τὴν φύσιν ἀσύγχυτον καὶ τὴν τάξιν εὐτύ πωτον καὶ τὸν τοῦ κυρίου λόγον ἀμεταποίητον, καὶ τοῖς ὑμετέροις νοήμασι συνερχόμεθα.

2.25 Εἰ γοῦν ἐπί τισι τῶν θεολογησάντων ἐν Ἰταλοῖς εὑρίσ κεται καὶ ἐπὶ τοῦ υἱοῦ τοῦ πνεύματος ἡ ἐκπόρευσις, οὕτω διαλυτέον τὸ πρόσκομμα, ὡς διὰ τὴν εἰρημένην ἔννοιαν καταχρηστικωτέρως οὗτοι ἐχρήσαντο τῇ φωνῇ, ἐπείπερ εἰ ἤρετό τις αὐτοὺς τὰ προλελεγμένα, εὐχερέστατα ἂν συνέφησαν καὶ αὐτοί. καὶ ἄλλος δέ τις ἢ καὶ αὐτῶν τῶν ἡμετέρων θεολόγων εἰ οὕτως εἰρήκει, οὐκ ἂν ἔχῃ ἑτέραν ἀπολογίαν. οἶμαι δὲ καὶ ἄλλως τοῦτο συμβῆναι. ἐπεὶ γὰρ οἱ ἡμέτεροι θεολόγοι, ἐξ ὧν οἱ πάντες ἠρύσαντο, τὰς τοῦ ἐκφαίνεσθαι καὶ χορηγεῖσθαι, ἔτι δὲ καὶ προΐεσθαι φωνὰς ἐν τοῖς σφετέ ροις συγγράμμασιν ἔθεντο, ἐν τῇ μεταγλωττήσει οἱ μετα