Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἀμηρᾶν ὑπάγῃ καὶ συγχώρησιν αἰτήσῃ. Ἐλθὼν δὲ ἐνέμπρο σθεν τοῦ ἀμηρᾶ, ὡμολόγει τὰ ὅσα ἀγνοῶν ἔπραξεν· οὗτος δὲ ὁ ἀσεβὴς φρόνιμος ὢν καὶ ἰδὼν τὴν ὑποταγήν, ἣν ἔδειξεν ὁ κὺρ Μανουὴλ καὶ αὐτοθελῶς αὐτοῦ ἐνέμπροσθεν ἐλθόντος, μετὰ εὐσπλαγχνίας μεγάλης ἐνηγκαλίσατο, καταφιλήσας αὐτὸν καὶ χαρᾶς ἔμπλεος γεγονώς. Καὶ ἡμέραις τισὶ καθίσαντες τρώγοντες καὶ πίνοντες καὶ εὐθυμήσαντες καὶ πολλὰ εἰπόντες καὶ χάριτας ἐπηγγείλατο καὶ σιτηρέσια δώσας ἔχειν ἐκ τῆς αὐλῆς αὐ τοῦ. Εἴτα ἐν τῷ ἐπανιέναι μέλλοντος, εἶπεν αὐτῷ. Κὺρ Μανουὴλ τζελεπή, γίνωσκε τοῦτο ἐκ τοῦ νῦν καὶ ἔμπροσθεν διὰ τὴν ὑποταγήν, ἣν ἔδειξας ἐλθὼν πρός με καὶ ὁμο λογήσας ἐνώπιόν μου καὶ τοῦ Θεοῦ τοῦ τὰ πάντα τὰ κρύφια τῶν ἀνθρώπων γινώσκοντος, τὰ ἐσφαλμένα σοι, πληροφορήθητι τοῦτο ἀληθῶς· ὡς υἱὸν ἔχω ἀγάπην πρὸς σέ. Πλὴν πρόσεχε ἐκ τοῦ νῦν καὶ ἔμπροσθεν, ἵνα μὴ τοιούτων ἔργων ἐπιχειρισθῇς, ὅτι μέγα σκάν δαλόν ἐστιν· οἶδας γάρ, ὅτι φίλοι καὶ ἀδελφοὶ ἐσμὲν καὶ ἀνὰ ἡμῶν οὐκ ἔστι δίκαιον διαφορὰ καὶ μάχη εἶναι, ἀλλὰ μᾶλλον φιλία καὶ ἀγάπη. Σὺ δὲ νέος φρόνιμος καὶ κα λὸς εἰς τὰ πάντα καὶ ἐπιτήδειος ὑπάρχεις καὶ οἶδας τί ποιεῖν καὶ λέγειν. Ἄρχου τῶν σῶν ἐν εἰρήνῃ καὶ μὴ ζητᾷς τὰ ἀλότρια. Καὶ ἐὰν ἀνάγκη ἐστὶ σοί τις ὑπὲρ χρημάτων ἢ ἑτέρας συνδρομῆς χρῄζεις, ἐγὼ πάντοτε ἕτοιμος ἔσομαι μετὰ χαρᾶς πληρῶσαι σοῦ τὴν αἴτησιν. Καὶ ἕτερα πολλὰ εἰπόντες, ἀπέλυσεν αὐτόν, φιλοδωρήσας τὰ μέγιστα καὶ πρὸς τὸν βασιλέα καὶ πατέρα γράψας, ἵνα ἀσπασίως δέξηται αὐτὸν παρακαλῶν καὶ φιλεῖν μᾶλλον ὑπὲρ αὐτὸν καὶ συγχωρῆσαι περὶ ὧν κατὰ ἄγνοιαν ἔπραξε. Περάσαντος δὲ τοῦ Ἀμουράτου ἦλθεν ἐν τῇ Ἀνδριανουπόλει, βουλόμενος πό-λεμον ποιῆσαι κατὰ τῶν Οὐγγρῶν. Τινὰς δὲ τῶν σατράπων αὐτοῦ ἐν τῇ Ἀσίᾳ ἀπο 192 στατήσαντας μαθών, τὴν παρασκευὴν ἐκείνην ἀφείς, μετὰ τοῦ βασιλέως κὺρ Ἰωάννου ὡς φίλοι, κατὰ τὰς συνηβάσεις αὐτῶν, περάσαντες ἦλθον κατ' αὐτῶν μετὰ πλήθους στρα τῶν, παρὼν καὶ ὁ κὺρ Μανουὴλ ἐγγὺς τοῦ πατρός.
XII. Καὶ ἐν τῷ ἀπέρχεσθαι αὐτούς, λέγω δὴ τὸν ἀμηρᾶν καὶ τὸν βασιλέα κα τὰ τῶν ἀποστατησάντων σατράπων ἐν τῇ Ἀσίᾳ, καὶ ὁ μὲν ἀμηρᾶς τὸν υἱὸν αὑτοῦ Μω σῆν τζελεπὴν κατέλιπεν, ἵνα πάντα τὰ ὑποτελῆ αὐτῷ ἐν τῇ Εὐρώπῃ φυλάττῃ, ὁ δὲ βασιλεὺς τὸν δεσπότην κὺρ Ἀνδρόνικον τὸν πρωτογενῆ υἱὸν αὑτοῦ τὰ τῶν Ῥωμαίων κυβερνᾶν εἴασεν καὶ ἐνεμπίστευσεν αὐτῷ. Αὐτοὶ δὲ οἱ νέοι αὐθεντόπουλοι εὐκαιρίαν εὑρόντες καὶ εἰς ἄκρον φιλιωθέντες καὶ ὁμιλήσαντες συχνῶς, ὡμονόησαν μετὰ ὅρκων ἀναμεταξὺ αὐτῶν, ἵνα ὡς ἀδελφοὶ ὦσιν ἀπὸ τῆς ὤρας ἐκείνης καὶ εἷς τῷ ἑτέρῳ βοη θὸς ἔσηται κατὰ πᾶν· καὶ οὕτως ἀπεστάτησαν κατὰ τῶν πατέρων αὑτῶν. Περιερχόμενοι τὰς χώρας καὶ πόλεις καὶ τὰς μὴ ὑποκυπτούσας τῷ θελήματι αὐτῶν, ἀλλὰ φυλαττού σας τὴν πρέπουσαν εὔνοιαν εἰς τοὺς πατέρας, ᾐχμαλώτιζον σκυλεύοντες καὶ ἀνδραπο δίζοντες. Μαθόντες δὲ τοῦτο ἐν τῇ Ἀσίᾳ ὁ ἀμηρᾶς καὶ ὁ βασιλεὺς λίαν ἐλυπήθη σαν καὶ ἠγανάκτησαν. Ὁ οὖν ἀμηρᾶς ὑποψίαν ἔχων ἐν τῇ καρδίᾳ μὴ διὰ θελήσεως καὶ βουλῆς τοῦ βασιλέως οὖτοι ἀπεστάτησαν, ἀποστείλας μηνύων αὐτῷ μετὰ θυμοῦ εἶπεν, ἵνα τρόπον τινὰ ποιήσῃ, ὅπως τὸν Ἀνδρόνικον παιδεύσῃ, καὶ πληροφορηθή σεται, εἰ ὁ βασιλεὺς οὐκ ἦν αἴτιος τῆς τοιαύτης βουλῆς· εἰ δὲ ἄλλως γενήσεται, αὐτὸς καὶ ὁ οἶκος αὐτοῦ καὶ πᾶσα ἡ ἀρχὴ τῶν Ῥωμαίων ὄψεται. Ὁ δὲ βασιλεὺς ἀπεκρίνατο λέγων, ὅτι οὐκ οἶδεν οὔτε ἐπίστατο, μετὰ ὅρκων μεγάλων, τὸ γεγονός· καὶ ἐὰν εἰς χεῖρας τὸν υἱὸν τυχὸν εἶχεν, ἄνευ τινὸς ἐλεημοσύνης εἶχε παιδεῦσαι αὐτόν. Ὡς δὲ τὰ τῆς Ἀσίας ἐδιώρθωσαν καὶ εἰρήνευσαν, περάσαντες ἦλθον ἐν τῇ Εὐρώπῃ καὶ στρατὸν εὐθέως οἰκονομήσαντες ἔστειλαν κατὰ τῶν ἀποστατησάντων υἱῶν. Καὶ πολέμου γεγονότος, τὸν τῶν ἀποστατῶν στρατὸν ὁ ἀμηρᾶς χρήμασι καὶ λόγοις ἀπατήσας, ἐπιβουλὴν τοιαύ την ἐποίησαν· ἀφέντες αὐτοὺς ἔφυγον καὶ τοὺς αὐθεντοπούλους ἔν τινι φρουρίῳ τοῦ ∆ιδυμοτείχου καταφυγόντας ἐπίασαν καὶ τοὺς πατράσι δῶρον τούτους προσέφερον. Καὶ ὁ ἀμηρᾶς