ἄλειφε ἐλαίῳ ἐν ᾧ ὁμοίως βδέλλαι ἀπεζέσθησαν. <Πίναξ> '1 Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς <τὸ> τρεῖς ἡμέρας κοιμᾶσθαι. -'2 Περὶ ἀγρῶν ἀφανισμοῦ. -'3 Περὶ δένδρων ἀφανισμοῦ. -'4 Περὶ τοῦ τοὺς ἵππους ἐκ τοῦ αὐτοῦ τόπου ἀμετακινήτους ποιεῖν. -'5 Χρίσμα βελῶν. -'6 Περὶ τῶν στρατιωτῶν ὑγείας. - '7 Πρὸς τὸ μὴ δηλητηρίῳ ἁλίσκεσθαι. -'8 Πρὸς <τὸ> πληγήν τινα ἄνευ ῥαφῆς κολλῆσαι. -'9 Πρὸς αἷμα δυσκατασχέτως ῥέον. -'10 Πρὸς <τὸ τοὺς> ἵππους μὴ νοσεῖν. -'11 Αὐτόματον πῦρ ἅψαι. -'12 Ἀκοῆς θήρα. 2.1 Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς τὸ τρεῖς ἡμέρας κοιμᾶσθαι Ζηλωτὸς ὁ τοιούτου μὴ λειπόμενος φαρμάκου· εἰ γὰρ εὐπορήσει οἶνον ἐκ τούτου σκευάζειν, κοιμῶνται μὲν οἱ τούτῳ χρησάμενοι τῷ ποτῷ, ὡς καὶ καταληφθῆναι τοὺς πεπωκότας ὑπὸ τῶν πολεμίων κοιμωμένους μέχρι τριῶν ἡμερῶν· ἀναστήσονται δὲ εἰ ὄξος χρίσοιτό τις αὐτῶν τοὺς μυκτῆρας. Ἡ δὲ τούτου σκευασία ἐστὶν αὕτη· ὀπίου Θηβαϊκοῦ ὡς ἐν θέματι μέρη βʹ· ταῦτα λειώσας μετὰ χυλοῦ ὑοσκυάμου μέρους ἑνὸς ῥύπον τε τὸν ἐξ ὠτὸς ὄνου τοῦ δεξιοῦ λειώσας, ἔμβαλε τῷ οἴνῳ. 2.2 Περὶ ἀγρῶν ἀφανισμοῦ Ἔσθ' ὅτε, διοδεύων γῆν πολεμίαν, ταύτης τοὺς ἀγροὺς ἀφανίζειν ἐπιχειρήσεις, ἐλλέβορον γεωργῶν· τούτῳ γὰρ καὶ Ἀλέξανδρος ὁ Μακεδὼν χρησάμενος τῷ τρόπῳ εἷλεν Ἀλανούς. Ἀφανίζονται δὲ ἀγροὶἁλῶν τε σπειρομένων ἐν αὐτοῖς καὶ ἀρότροις ἐγκαλυπτομένων· ἐπὶ πολὺν χρόνον δύναται τοῦ<το αὐ>τοὺς πάνυ κακῶς διαθεῖναι. 2.3 Περὶ δένδρων ἀφανισμοῦ Ἀφανίζειν ἴσως ἡμῖν δοκεῖ καὶ τῶν ἀγρῶν τὰ δένδρα τὰ κάρπιμα, ὡς μὴ τοὺς πολεμίους πολλάκις τροφῶν <ἀποροῦντας> εὑρίσκειν ἀντὶ τροφῆς τοὺς καρπούς. Ξηρανεῖς γοῦν πᾶν δένδρον πλὴν μηλέας, εἰ τὸ τῆς θαλαττίας τρυγόνος κέντρον ἐμπήξεις εἰς τὸ τοῦ δένδρου στέλεχος. Οἱ δὲ Κυϊντίλιοί φασιν ὡς τὰ κέλυφα τῶν κυάμων ταῖς ῥίζαις ἐμβαλλόμενα ταῦτα ξηραίνει. Ἐμοὶ δὲ μᾶλλον ἁπάντων ἃ φι<λο>κάλως πέφυκεν ἀρέσεις λέγων ἐκκόπτεσθαι ταῦτα· τούτων γὰρ οὕτως πραχθέντων, ἐν τοῖς κοπεῖσιν οὐ πολέμιος κρύπτεται, οὐκ ὄρνεον εἰς θήραν τούτων ὑπερκαθέζεται· ὅπερ ἐστὶ τέλειος ἀφανισμός. 2.4 Περὶ τοῦ τοὺς ἵππους ἐκ τοῦ αὐτοῦ τόπου ἀμετακινήτους ποιεῖν Φιλοπονῶν περὶ τὴν τοῦ παρόντος συγγράμματος ἔκθεσιν, ἀνέγνων ἐν τοῖς Νεπτουνιανοῦ «Φυσικοῖς» ὅτι λύκου ἀστράγαλος δεξιοῦ ποδὸς τοῦ ἐμπροσθίου ῥιφεὶς πρὸ τετραόρου ἵστησι τὸ ἅρμα. Εἴπερ οὖν τέσσαρας ἵστησι, πόσῳ μᾶλλον ὅτ' ἐν παρατάξει καθ' ἕνα δώσομεν ὀλίγοις σφενδονήταις; Τούτους ῥιψάντων αὐτῶν εἰς τὴν τῶν πολεμίων ἵππον, οὐ μόνον ὁ εἷς ἀστράγαλος ἵππον ἕνα κακοποιήσει, ἀλλ' ὅσους <ἂν> συμβῇ δι' αὐτοῦ παριππάζειν. 2.5 Χρίσμα βελῶν Χρίουσι Σκύθαι βέλη τὸ καλούμενον «τοξικὸν» πρὸς ταχεῖαν ἀναίρεσιν τῶν τιτρωσκομένων. Ζητοῦντι δέ μοι τοῦτο ἀνήρ τις ἀξιόχρεος δέδωκε τὸ ὑποτεταγμένον φάρμακον, τὴν αὐτὴν ἐνέργειαν ἀποτελοῦν· ἔστι δὲ τοῦτο· τιθύμαλλον τὴν χαρακίτην ἥτις ἄνεισιν εἰς κλάδους καυλώδεις, ταύτην λαβών, βάλε εἰς ἄγγος νεουργὲς ὀστράκινον καὶ καῦσον μετ' ὕδατος μέχρις οὗ πᾶσαν ἑαυτῆς τὴν πιμελὴν τῷ θερμῷ ἐναφήσει ὕδατι· εἶτα τὰ ἐμβληθέντα τῆς βοτάνης ξύλα ἀναγαγών, ἕτερα χλωρὰ ἔμβαλε τῷ αὐτῷ ὕδατι· πάλιν ἀνάγαγε καί, βαλὼν ἄλλα, καῦσον μέχρις οὗ τὸ ὕδωρ ἐκ τοῦ τούτων ὀποῦ γένηται μελιτῶδες. Ἐγὼ δὲ εἰ πεποίηται ἀσφαλῶς οὐ θαρρῶ. Φασὶ δέ τινες τῶν ἀρχαίων ὅτι καὶ τοῦ ἔχεως ἰὸς καὶ ἀσπίδος σαλαμάνδρας τε εἰς τοῦτο ἀπαράβατος. 2.6 Περὶ τῆς τῶν στρατιωτῶν ὑγείασ Ὅτι μὲν ἐν στρατεύματι καλὸν ἰατρός, τοῦτο ἀναμφίβολον· ἵνα δὲ μὴ νοσῇ στρατιώτης ἡλίῳ καὶ καμάτῳ βαλλόμενος, πρὸς τοῦτο δεῖ τὰς τροφὰς αὐτῶν διελεῖν, ὡς μὴ ἅπαξ ἢ δεύτερον, ἀλλὰ κατὰ βραχὺ πολλάκις τῆς ἡμέρας ἐσθίειν καὶ μάλιστα μὴ παρόντος ἀγῶνος· ἔστιν γὰρ τοῦτο σωτήριον καὶ πρὸς πέψιν ἐπιτήδειον. Ἀναγκαῖον δὲ πήγανον καὶ μαλάχην ἀγρίαν ἀφεψήσαντες καὶ κεράσαντες οἴνῳ παρατραπέντι ἐν μέσαις ταῖς τροφαῖς λαμβάνειν, ὡσαύτως γάλακτος καὶ ὕδατος μίξαντες καὶ ἐπιχέαντες ὀλίγον οἴνου παρατραπέντος πρὶν φαγεῖν λαμβάνειν· καὶ