1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

16

«τὸ ἴχνος ἐρείσασα» τῷ κρείττονι βίῳ καὶ πρὸς τὸν δρόμον εἰσβᾶσα τὸν θεῖον καὶ πρὸς τὸ πνευματικὸν «καταβᾶσα στάδιον» συνεχύθη τὴν ψυχὴν ἰδοῦσα τὸ θέατρον ἐξ ἀγγέλων καὶ ἀνθρώπων πληρούμενον, ὃ δὴ πάσχουσιν ἔτι καὶ τῶν ἀρρένων οἱ πλείους, καὶ οἱ μὲν ἀπ' αὐτῆς ὑποστρέφουσι τῆς ἀφέσεως, οἱ δὲ τῆς ὁδοῦ ἀναλύουσι καὶ ἀπαλλάττονται ἀστεφάνωτοι. ἀλλὰ προμηθευσαμένη καὶ τὸν τάφον τῆς ἀδελφῆς ἐκεῖσε διορυγῆναι οὗ ἐκείνη ἔμελλεν εἶναι ἀπρόϊτος-μένει γὰρ ἔτι καὶ μενεῖ φιλοσόφοις ψυχαῖς πρὸς ἀρετὴν ἀσκητήριον-, ἐκεῖσε καθείργνυσιν ἑαυτήν, εὐθὺς ἀποταξαμένη καὶ οἴκῳ καὶ βίῳ, εἰπεῖν δὲ καὶ «αἵματι καὶ σαρκί», πλὴν ὅσον ἐν καλῷ τὰ προσόντα ἐπιτροπεύσασα καὶ τούτοις ἑαυτὴν πρὸς ὃν ἐστέλλετο βίον ἐφοδιάσασα. ἐπεὶ δὲ οὔπω καθαρῶς «καθωσίωτο τῷ Θεῷ» οὐδὲ ὑπὸ καθηγεμόνι πνευματικῷ τὰ τῆς μεταβολῆς ἐτετέλεστο, βουλεύεταί τι πάλιν ἐνταῦθα συνετώτερον ἢ σοφώτερον· προθύει τὸν πατέρα Θεῷ καὶ «δίδωσιν» αὐτῷ πάλιν «τὰ πρεσβεῖα» καὶ τῆς ἑτέρας ζωῆς. ἐπεὶ δὲ τὴν τοῦ μέλους ἀφιέρωσιν ἐθεάσατο, ἀποδίδωσι τῆς ὁλοκαυτώσεως τὸ μέρος τῷ Κρείττονι καὶ τὸ πρῶτον τῆς ἀναγωγῆς «τελεῖται μυστήριον». 17. Τὰ δ' ἐντεῦθεν οὐκ ἔχω τίσι λόγοις ἐκείνην ἐγκωμιάσω. ὥσπερ γὰρ εἴ τι σῶμα γενναῖον εἰς κύκλον ἀποτορευθέν, εἶτα δὴ ἐφ' ὁμαλοῦ κινοῖτο χωρίου, δείκνυσι μὲν κἀνταῦθα τὸ εὔδρομον καὶ εὐκύλιστον τῷ ἐπιτηδείῳ τοῦ σχήματος, ἐπειδὰν δὲ ἐπικλινοῦς ἐδάφους ἢ πρανοῦς ἅψηται, ὅλον εὐθὺς ἀκατασχέτῳ φορᾷ φέρεται πρὸς τὸ «κάταντες», οὕτω δή μοι καὶ ἡ μήτηρ, εὐάγωγος καὶ πρῶτον οὖσα τὴν ψυχὴν πρὸς τὸ κρεῖττον καὶ πρὸς τὸ καλὸν εὔτροχος διὰ τὴν τῆς φύσεως ἐπιτηδειότητα, ἐπειδὴ πρὸς τὴν πνευματικὴν μετεληλύθει ζωήν, ἥτις δὴ κατάντης ἐστὶ πρὸς τὴν ἀρετὴν καὶ εὐάγωγος, εὐθὺς ἀκωλύτῳ φορᾷ πρὸς τὸ τῆς καθόδου τέλος ἠπείγετο. μὴ γὰρ ἔτι μεριζομένη σώματι ἅμα καὶ πνεύματι, ὕλῃ καὶ ἀϋλίᾳ, πηλῷ καὶ ἁγίᾳ γῇ, μηδὲ διαιρουμένη κοσμοκράτορι καὶ Θεῷ, ἀλλὰ καὶ πᾶσαν μὲν ἐπιθυμίαν, πᾶσαν δὲ ἔφεσιν συμμεταγαγοῦσα Θεῷ καὶ συναποκλίνασα, ὅλαις πρὸς ἐκεῖνον ἐφέρετο ταῖς δυνάμεσι τῆς ψυχῆς. εὐθὺς γὰρ ὑφαιρεῖ τὴν σάρκα καὶ καθαιρεῖ τὸν ὄγκον καὶ τὸ «σῶμα κενοῖ», τὸν δεσμὸν τῆς ψυχῆς, καὶ καταφρονεῖ πάσης «οἰκονομίας τῆς φύσεως», συνάγει δὲ περὶ ἑαυτὴν τὴν ψυχὴν καὶ «συστέλλει ἀπὸ τῶν αἰσθήσεων» καὶ πᾶσαν μὲν αὐτῇ ὑποτάττει ἐπιθυμίαν, δουλοῖ δὲ ἅπαν τὸ ἄλογον, ἀναιρεῖ φαντασίαν ἔκτοπον καὶ λογισμὸν ἔκφυλον καὶ «δόξαν ἄλογον» καὶ φιλόϋλον αἴσθησιν καὶ διάνοιαν διαρρέουσαν, νῷ δὲ συζῇ μόνῳ καὶ τούτῳ ὀργάνῳ χρῆται πρὸς «τὴν θείαν ἀναγωγήν». Ἔδει μὲν οὖν θεατὰς ὑμᾶς εἶναι, ἀλλ' οὐκ ἀκροατὰς τῶν ἐκείνης καλῶν· οὕτω γὰρ ἂν ἐγώ τε ἀπηλλάγην ὑποψίας καὶ ὑμῖν ὦπτο τὸ ἀληθές. νῦν δὲ οὔτε τὸ πᾶν ἐρεῖν δεδύνημαι, κἀν τῷ βραχεῖ, τῶν ἐκείνης καλῶν <καὶ> ὑποπτευθήσομαι τοῖς πολλοῖς. ὥσπερ γὰρ αἰδουμένη ὅτι καὶ εἰς σῶμα καταβεβήκει, ὃ δὴ περί τινος τῶν παρ' Ἕλλησι φιλοσοφησάντων τεθρύλληται, βραχύ τι μὲν τοῦ προσώπου μέρος, βραχύ τι δὲ παρενέφαινε τῶν χειρῶν καὶ ἑωρᾶτο γυμνὸν αὐτῆς μέρος οὐδέν, ἐφιλοσοφεῖτο δὲ ἑαυτῇ τὸ δέρας οὐκ ἀμέσως μόνον προσομιλοῦν τῷ σώματι, ἀλλὰ καὶ ἔξωθεν προστιθέμενον· νυκτὸς δὲ καὶ ἐπὶ τούτου μόνου κατέδαρθεν. Ἐβούλετο μὲν οὖν μηδὲ τρέφειν ὅλως τὸ σῶμα, ἀλλ' ὥσπερ τινὰ πέδην τῆς ψυχῆς παραξαίνειν τε καὶ χαυνοῦν. ἐπεὶ δὲ οὐκ ἦν πρὸς τὴν φύσιν παντελῶς ἀπομάχεσθαι, πρὸς γοῦν τὸν καιρὸν γενναίως ἀνθίστατο καὶ τοῦ μέτρου δὲ τοσοῦτον ὑφῄρει ὅσον μηδὲ μέτρον ἔχειν τὸ ἄμετρον. Θεῷ δὲ προσιοῦσα, εἰ μὲν εὐθὺς ἀνήρπαστο οὐ μάλα οἶδα, οὕτω δὲ πᾶσιν ἐῴκει· οὐ μετέστραπτο γάρ, οὐδ' ἐκεκίνητο ταύτης, οὐ κεφαλή, οὐ χεῖρες, οὐ πόδες, οὐδέ τι τῶν τῆς περιβολῆς μέρος, ἀλλ' ἦν ὥσπερ ἡ ἐν σανίσι σκιά, τοσοῦτον μόνον μεταβαλλομένη ὁπόσον ἀποκάμνων ὁ ὀφθαλμὸς ᾤετο.